Thesauros Literature Oratory Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ Demosthenes
10 καὶ μὴν οὐδὲ χρημάτων ποιεῖν ἕνεκα ταῦτα δοκεῖν τῶν καλῶν κἀγαθῶν ἐστιν. οὔτε γὰρ τῆς μεγαλοψυχίας οὔτε τῆς ἄλλης προαιρέσεως τῆς ὑμετέρας ἀκόλουθον ἂν φανείη. εἰ γὰρ ὑμᾶς λύσασθαι παρʼ ἑτέρων ἔδει δόντας ἐκ τῶν προσιόντων τὰ χρήματα ταῦτα, πάντας ἂν ἡγοῦμαι προθύμους εἶναι· τίμημα δʼ ὁρῶν ὀκνοῦντας ἀφεῖναι, ὃ λόγῳ καὶ φθόνῳ γέγονεν, οὐκ ἔχω τί καταγνῶ, εἰ μὴ ὅλως πικρῶς καὶ ταραχωδῶς ἔχειν πρὸς τοὺς δημοτικοὺς ὡρμήκατε. εἰ δὲ τοῦτʼ ἔστιν, οὔτʼ ὀρθῶς οὔτε συμφερόντως βουλεύεσθαι ἐγνώκατε.
11 θαυμάζω δʼ εἰ μηδεὶς ὑμῶν ἐννοεῖ, ὅτι τῶν αἰσχρῶν ἐστιν τὸν δῆμον τὸν Ἀθηναίων, συνέσει καὶ παιδείᾳ πάντων προέχειν δοκοῦντα, ὃς καὶ τοῖς ἀτυχήσασιν ἀεὶ κοινὴν ἔχει καταφυγήν, ἀγνωμονέστερον φαίνεσθαι Φιλίππου, ὃς ἀνουθέτητος ὢν εἰκότως,
12 τραφείς γʼ ἐν ἐξουσίᾳ, ὅμως ᾤετο δεῖν, ἡνίκʼ ηὐτύχησεν μάλιστα, τότʼ ἀνθρωπινώτατα πράττων φαίνεσθαι, καὶ τοὺς παραταξαμένους, πρὸς οὓς περὶ τῶν ὅλων διεκινδύνευσεν, οὐκ ἐτόλμησεν δῆσαι τὸ τίνων καὶ τίνες εἰσὶν ἐξετάσας· οὐ γὰρ ὡς ἔοικεν ὁμοίως τῶν παρʼ ὑμῖν ῥητόρων ἐνίοις οὔτε δίκαιʼ ἂν εἶναι πρὸς ἅπαντας ταὔτʼ οὔτε κάλʼ ἡγεῖτο, ἀλλὰ τὴν τῆς ἀξίας προσθήκην συλλογιζόμενος τὰ τοιαῦτʼ ἐπέκρινεν.
13 ὑμεῖς δέ, ὄντες Ἀθηναῖοι καὶ ἐν παρρησίᾳ ζῶντες ἣ καὶ τοὺς ἀναισθήτους ἀνεκτοὺς ποιεῖν δοκεῖ δύνασθαι, πρῶτον μέν, ὃ πάντων ἀγνωμονέστατόν ἐστιν, ὑπὲρ ὧν τὸν πατέρʼ αἰτιῶνταί τινες, τοὺς υἱεῖς δεδέκατε, εἶτα τὸ ταῦτα ποιεῖν ἴσον εἶναί φατε, ὥσπερ ὑπὲρ σταθμῶν ἢ μέτρων τὸ ἴσον σκοπούμενοι, ἀλλʼ οὐχ ὑπὲρ ἀνδρῶν προαιρέσεως καὶ πολιτείας βουλευόμενοι,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme