Thesauros Literature Oratory Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ Demosthenes
22 εἰκότως δʼ ἄν μοι πιστεύοιτε ταύτην τὴν διάνοιαν ἔχειν καὶ μὴ νῦν μάτην θρασύνεσθαι· καὶ γὰρ ἐμαυτοῦ κυρίους ὑμᾶς ἐποίησα καὶ οὐκ ἔφυγον τὸν ἀγῶνα, ἵνα μήτε προδῶ τὴν ἀλήθειαν μήτʼ ἄκυρος ὑμῶν ἐμοῦ μηδεὶς γένηται, ἀλλʼ ὅ τι βούλοισθε, τοῦτο χρήσαισθε· παρʼ ὧν γὰρ ἁπάντων καλῶν κἀγαθῶν ἔτυχον, τούτους ᾠόμην δεῖν ἔχειν καὶ ἁμαρτεῖν, εἰ βούλοιντο, εἰς ἐμέ.
23 ἐπειδὴ δὲ καλῶς ποιοῦσʼ ἡ δικαία τύχη τῆς ἀδίκου κρατήσασα δὶς περὶ τῶν αὐτῶν ἀπέδωκεν ὑμῖν βουλεύσασθαι τῷ μηδὲν ἀνήκεστον ἐψηφίσθαι περὶ ἐμοῦ, σῴσατέ μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ψηφίσασθε καὶ ὑμῶν αὐτῶν ἄξια καὶ ἐμοῦ.
24 ἐπʼ οὐδενὶ γὰρ τῶν πεπραγμένων ἠδικηκότα μʼ εὑρήσετε, οὐδʼ ἐπιτήδειον ἄτιμον εἶναι οὐδʼ ἀπολωλέναι, ἀλλὰ καὶ εὔνουν τῷ πλήθει τῷ ὑμετέρῳ τοῖς μάλισθʼ ὁμοίως, ἵνα μηδὲν ἐπίφθονον γράψω, καὶ πλεῖστα πεπραγματευμένον τῶν νυνὶ ζώντων ὑπὲρ ὑμῶν, καὶ μέγισθʼ ὑπάρχοντά μοι κατʼ ἐμαυτὸν σύμβολʼ εὐνοίας πρὸς ὑμᾶς.
25 μηδεὶς δʼ ὑμῶν ἡγείσθω μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μήτʼ ἀνανδρίᾳ μήτʼ ἄλλῃ προφάσει φαύλῃ μηδεμιᾷ παρʼ ὅλην τὴν ἐπιστολὴν ὀδύρεσθαι. ἀλλὰ τοῖς παροῦσιν ἕκαστος ἀφθόνως χρῆται, ἐμοὶ δὲ ταῦτα νῦν πάρεστιν, ὡς μήποτʼ ὤφελεν, λῦπαι καὶ δάκρυα καὶ τῆς πατρίδος καὶ ὑμῶν πόθος καὶ ὧν πέπονθα λογισμός, ἃ πάντα ποιεῖ μʼ ὀδύρεσθαι· ἃ ἐπισκοποῦντες δικαίως, ὡς ἐν οὐδενὶ τῶν πεπολιτευμένων ὑπὲρ ὑμῶν, οὔτε μαλακίαν οὔτʼ ἀνανδρίαν προσοῦσαν εὑρήσετέ μοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme