Thesauros Literature Oratory προοίμια δημηγορικά

προοίμια δημηγορικά

προοίμια δημηγορικά Demosthenes
2 ἡ μὲν οὖν ἀρχὴ τῶν τοιούτων πραγμάτων ἁπάντων ἐστὶν τῶν στρατηγῶν· ὧν οἱ πλεῖστοι τῶν παρʼ ὑμῶν ἐκπλεόντων οὐ τοὺς ὑμετέρους φίλους, οὓς διὰ παντὸς τοῦ χρόνου τῶν αὐτῶν κινδύνων μετεσχηκότας παρειλήφασιν, τούτους θεραπεύειν οἴονται δεῖν, ἀλλʼ ἰδίους φίλους ἕκαστος ἑαυτῷ κατασκευάσας ὑμᾶς ἀξιοῖ τοὺς αὑτῶν κόλακας καὶ ὑμετέρους ἡγεῖσθαι φίλους· οὗ πᾶν ἐστι τοὐναντίον.
3 οὔτε γὰρ ἐχθροτέρους οὔτʼ ἀναγκαίους μᾶλλον ἐχθροὺς ἂν τούτων εὕροιτε. ὅσῳ γὰρ πλείω παρακρουόμενοι πλεονεκτοῦσιν, τοσούτῳ πλειόνων ὀφείλειν ἡγοῦνται δίκην δοῦναι· οὐδεὶς δʼ ἂν γένοιτʼ εὔνους τούτοις ὑφʼ ὧν ἄν τι κακὸν πείσεσθαι προσδοκᾷ. τοῦ μὲν οὖν κατηγορεῖν ἴσως οὐχ ὁ παρὼν καιρός· ἃ δʼ ἡγοῦμαι συμφέρειν ὑμῖν, ταῦτα συμβουλεύσω.
41 ΜΑ
1 οὐδένʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πάντων ὑμῶν οὕτως οἴομαι κακόνουν εἶναι τῇ πόλει ὥστε μὴ χαλεπῶς φέρειν μηδὲ λυπεῖσθαι τοῖς γεγενημένοις. εἰ μὲν τοίνυν ἀγανακτοῦντας ἦν ἄπρακτόν τι ποιῆσαι τούτων, τοῦτʼ ἂν ἔγωγε παρῄνουν ὑμῖν ἅπασιν· ἐπειδὴ δὲ ταῦτα μὲν οὐκ ἂν ἄλλως ἔχοι, δεῖ δʼ ὑπὲρ τῶν λοιπῶν προνοηθῆναι ὅπως μὴ ταὐτὰ πείσεσθε, ὥσπερ, ὦ ἄνδρες Ἀθηναῖοι, νῦν γεγενημένων ἀγανακτεῖτε, οὕτω χρὴ σπουδάσαι ὑπὲρ τοῦ μὴ πάλιν ταὐτὰ συμβῆναι, καὶ νομίζειν μηδένʼ ἔχειν λόγον εἰπεῖν τῶν συμβουλευόντων τοιοῦτον, ὃς δυνήσεται σῷσαι τὰ παρόντα μηδενὸς ὑμῶν μηδὲν συναραμένου· οὐ γὰρ ἂν λόγος, ἀλλὰ θεός τις ὁ τοιοῦτος εἴη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme