Thesauros Literature Oratory προοίμια δημηγορικά

προοίμια δημηγορικά

προοίμια δημηγορικά Demosthenes
3 εἰ μὲν οὖν ηὑρημένον ἦν πῶς ἄν τις ἀσφαλῶς ἄνευ κινδύνου δημηγοροίη, μανία παραλείπειν τοῦτον ἂν ἦν τὸν τρόπον· ἐπεὶ δʼ ἀνάγκη τὸν περὶ τῶν μελλόντων πραγμάτων γνώμην ἀποφαινόμενον κοινωνεῖν τοῖς ἀπʼ αὐτῶν γενομένοις καὶ μετέχειν τῆς ἀπὸ τούτων αἰτίας, αἰσχρὸν ἡγοῦμαι λέγειν μὲν ὡς εὔνους, μὴ ὑπομένειν δέ, εἴ τις ἐκ τούτου κίνδυνος ἔσται. εὔχομαι δὲ τοῖς θεοῖς, ἃ καὶ τῇ πόλει κἀμοὶ συμφέρειν μέλλει, ταῦτʼ ἐμοί τʼ εἰπεῖν ἐλθεῖν ἐπὶ νοῦν καὶ ὑμῖν ἑλέσθαι. τὸ γὰρ πάντα τρόπον ζητεῖν νικῆσαι, δυοῖν θάτερον, ἢ μανίας ἢ κέρδους ἕνεκʼ ἐσπουδακότος φήσαιμʼ ἂν εἶναι.
26 ΚϚ
1 εἴη μέν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ περὶ ὧν νυνὶ τυγχάνετʼ ἐκκλησιάζοντες καὶ περὶ τῶν ἄλλων ἁπάντων ταὐτὰ καὶ δοκοῦντα βέλτισθʼ ὑμῖν εἶναι καὶ ὄνθʼ ὡς ἀληθῶς. δεῖ μέντοι περὶ πραγμάτων μεγάλων βουλευομένους καὶ κοινῶν, ἁπάντων ἐθέλειν ἀκούειν τῶν συμβουλευόντων, ὡς ἐμοὶ δοκεῖ, ἐνθυμουμένους ὅτι αἰσχρόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, νῦν μὲν βουλομένων τι παραινεῖν ἐνίων θορυβεῖν, ὕστερον δὲ κατηγορούντων τῶν αὐτῶν τούτων τῶν πεπραγμένων ἡδέως ἀκούειν.
2 ἐγὼ γὰρ οἶδα, νομίζω δὲ καὶ ὑμᾶς, ὅτι νῦν μὲν ἀρέσκουσι μάλισθʼ ὑμῖν οἱ ταὔθʼ οἷς ὑμεῖς βούλεσθε λέγοντες· ἂν δέ τι συμβῇ παρʼ ἃ νῦν οἴεσθε, ὃ μὴ συμβαίη, τούτους μὲν ἐξηπατηκέναι νομιεῖθʼ ὑμᾶς, ὧν δὲ νῦν οὐκ ἀνέχεσθε, τότʼ ὀρθῶς δόξουσι λέγειν. ἔστι δὲ τοῖς μάλιστα πεπεικόσιν ὑμᾶς ταῦτʼ ἐφʼ ὧν νῦν ἐστε, τούτοις καὶ μάλιστα συμφέρον τὸ λόγου τυχεῖν τοὺς ἀντιλέγοντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme