Thesauros Literature Oratory ἔνδειξις κατὰ Θεοκρίνου

ἔνδειξις κατὰ Θεοκρίνου

ἔνδειξις κατὰ Θεοκρίνου Demosthenes
45 περὶ μὲν οὖν τῆς τούτων ἔχθρας ὑμεῖς ἂν ἀκριβέστερον ἐμοὶ διεξέλθοιτε ἢ ἐγὼ ὑμῖν. ἡδέως δʼ ἂν ἠρόμην Θεοκρίνην ἐναντίον ὑμῶν, εἴ μοι ἔμελλεν ἀποκρινεῖσθαι δικαίως, τί ποτʼ ἂν ἐποίησεν, ἐπειδή φησιν ἐπὶ τῷ κωλύειν τετάχθαι τοὺς παράνομα γράφοντας, εἴ τις ἐν τῷ δήμῳ διαλεχθεὶς ἅπασι τοῖς πολίταις καὶ πείσας ἔγραψεν ἐξεῖναι τοῖς ἀτίμοις καὶ τοῖς ὀφείλουσιν τῷ δημοσίῳ γράφεσθαι, φαίνειν, ἐνδεικνύειν, ἁπλῶς ποιεῖν ὅσαπερ νῦν ὁ νόμος κωλύει πράττειν,
46 πότερον ἐγράψατο ἂν παρανόμων τὸν ταῦτʼ εἰπόντα, ἢ οὔ; εἰ μὲν γὰρ μή φήσει ἂν γράψασθαι, πῶς χρὴ πιστεύειν αὐτῷ λέγοντι, ὡς φυλάττει τοὺς παράνομα γράφοντας; εἰ δʼ ἐγράψατʼ ἄν, πῶς οὐ δεινόν ἐστιν ἑτέρου μὲν γράψαντος κωλύειν ἂν τέλος ἔχειν τὸ ψήφισμα, ἵνα μὴ πάντες τοῦτο ποιῶσι, καὶ γραφὴν ἀπενεγκόντα παραγραψάμενον σαφῶς τοὺς νόμους κωλύειν τὸ πρᾶγμα,
47 νυνὶ δὲ αὐτὸν τοῦτον, μήτε πείσαντα τὸν δῆμον μήτε κοινὸν καταστήσαντα τὸ πρᾶγμα, γράφεσθαι τῶν νόμων αὐτῷ ἀπαγορευόντων (καὶ δεινὰ φήσει αὐτίκα δὴ μάλα πάσχειν, εἰ μὴ ταῦτʼ ἐξέσται ποιεῖν αὐτῷ, καὶ διέξεισι τὰς ἐκ τῶν νόμων ζημίας, αἷς ἔνοχος ἐὰν ἁλῷ γενήσεται) τῶν δὲ νόμων μὴ φροντίζειν, ἀλλʼ ἀξιοῦν αὑτῷ τηλικαύτην δωρεὰν δεδόσθαι παρʼ ὑμῶν, ὅσην οὐδʼ αἰτῆσαι τετόλμηκεν οὐδείς;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme