Thesauros Literature Oratory ἔνδειξις κατὰ Θεοκρίνου

ἔνδειξις κατὰ Θεοκρίνου

ἔνδειξις κατὰ Θεοκρίνου Demosthenes
29 καὶ τὴν μὲν ἀρχὴν ἣν ἐκεῖνος ἄρχων ἐτελεύτησεν, ἱεροποιὸς ὤν, παρὰ τοὺς νόμους ἦρχεν οὗτος, οὔτε λαχὼν οὔτʼ ἐπιλαχών· ὑπὲρ ὧν δʼ ἔπαθεν ἐκεῖνος, μέχρι τούτου σχετλιάζων περιῄει καὶ φάσκων εἰς Ἄρειον πάγον Δημοχάρην προσκαλεῖσθαι, ἕως διελύσατο πρὸς τοὺς τὴν αἰτίαν ἔχοντας. χρηστός γʼ ἐστὶ καὶ πιστὸς καὶ κρείττων χρημάτων. οὐδʼ ἂν αὐτὸς φήσειεν. οὐ γὰρ τοσούτων δεῖσθαί φασι δεῖν τὸν δικαίως καὶ μετρίως τῶν κοινῶν ἐπιμελησόμενον, ἀλλὰ πάντων τούτων εἶναι κρείττω διʼ ὧν ἀναλίσκουσιν εἰς ἑαυτοὺς ἃ λαμβάνουσιν.
30 καὶ τὰ μὲν πρὸς τὸν ἀδελφὸν αὐτῷ πεπραγμένα τοιαῦτά ἐστιν· ἃ δὲ πρὸς τὴν πόλιν προσελθὼν διῴκηται (δευτέρους γὰρ ὑμᾶς φήσει φιλεῖν μετὰ τοὺς οἰκείους) ἄξιον ἀκοῦσαι. ἄρξομαι δʼ ἀπὸ τῶν πρὸς ἡμᾶς αὐτῷ πεπραγμένων. τοῦ γὰρ πατρὸς κατηγορῶν, ὦ ἄνδρες δικασταί, ὅτε τὴν τῶν παρανόμων αὐτὸν ἐδίωκε γραφήν, ἔλεγεν ὡς ἐπιβεβουλευμένος ὁ παῖς εἴη περὶ οὗ τὸ ψήφισμα γεγραμμένον ἦν, ἐν ᾧ τὴν σίτησιν ἔγραψεν Χαριδήμῳ ὁ πατὴρ τῷ Ἰσχομάχου υἱῷ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme