Thesauros Literature Oratory ἔφεσις πρὸς Εὐβουλίδην

ἔφεσις πρὸς Εὐβουλίδην

ἔφεσις πρὸς Εὐβουλίδην Demosthenes
3 οὐ μὴν ἀλλὰ καίπερ τούτων οὕτως ἐχόντων, ἃ νομίζω περὶ τούτων αὐτῶν πρῶτον εἶναι δίκαια, ἐρῶ πρὸς ὑμᾶς. ἐγὼ γὰρ οἴομαι δεῖν ὑμᾶς τοῖς μὲν ἐξελεγχομένοις ξένοις οὖσιν χαλεπαίνειν, εἰ μήτε πείσαντες μήτε δεηθέντες ὑμῶν λάθρᾳ καὶ βίᾳ τῶν ὑμετέρων ἱερῶν καὶ κοινῶν μετεῖχον, τοῖς δʼ ἠτυχηκόσι καὶ δεικνύουσι πολίτας ὄντας αὑτοὺς βοηθεῖν καὶ σῴζειν, ἐνθυμουμένους ὅτι πάντων οἰκτρότατον πάθος ἡμῖν ἂν συμβαίη τοῖς ἠδικημένοις, εἰ τῶν λαμβανόντων δίκην ὄντες ἂν δικαίως μεθʼ ὑμῶν, ἐν τοῖς διδοῦσι γενοίμεθα καὶ συναδικηθείημεν διὰ τὴν τοῦ πράγματος ὀργήν.
4 ᾤμην μὲν οὖν ἔγωγʼ, ὦ ἄνδρες δικασταί, προσήκειν Εὐβουλίδῃ, καὶ πᾶσιν δʼ ὅσοι νῦν ἐπὶ ταῖς ἀποψηφίσεσιν κατηγοροῦσιν, ὅσʼ ἴσασιν ἀκριβῶς λέγειν καὶ μηδεμίαν προσάγειν ἀκοὴν πρὸς τὸν τοιοῦτον ἀγῶνα. οὕτω γὰρ τοῦτʼ ἄδικον καὶ σφόδρα πάλαι κέκριται, ὥστʼ οὐδὲ μαρτυρεῖν ἀκοὴν ἐῶσιν οἱ νόμοι, οὐδʼ ἐπὶ τοῖς πάνυ φαύλοις ἐγκλήμασιν, εἰκότως· ὅπου γὰρ εἰδέναι τινὲς ἤδη φήσαντες ψευδεῖς ἐφάνησαν, πῶς ἅ γε μηδʼ αὐτὸς οἶδεν ὁ λέγων, προσήκει πιστεύεσθαι;
5 ἀλλὰ μὴν ὅπου γε μηδʼ ὑπεύθυνον καθιστάνθʼ ἑαυτὸν ἔξεστιν, διʼ ὧν ἂν ἀκοῦσαι τις φῇ, βλάπτειν μηδένα, πῶς ἀνυπευθύνῳ γε λέγοντι προσήκει πιστεύειν ὑμᾶς; ἐπειδὴ τοίνυν οὗτος εἰδὼς τοὺς νόμους καὶ μᾶλλον ἢ προσῆκεν, ἀδίκως καὶ πλεονεκτικῶς τὴν κατηγορίαν πεποίηται, ἀναγκαῖον ἐμοὶ περὶ ὧν ἐν τοῖς δημόταις ὑβρίσθην πρῶτον εἰπεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme