Thesauros Literature Oratory πρὸς Νικόστρατον περὶ ἀνδραπόδων ἀπογραφῆς Ἀρεθουσίου

πρὸς Νικόστρατον περὶ ἀνδραπόδων ἀπογραφῆς Ἀρεθουσίου

πρὸς Νικόστρατον περὶ ἀνδραπόδων ἀπογραφῆς Ἀρεθουσίου Demosthenes
10 ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον προσελθών μοι κλάων ἔλεγεν, ὅτι οἱ ξένοι ἀπαιτοῖεν αὑτόν, οἱ δανείσαντες τὰ λύτρα, τὸ λοιπὸν ἀργύριον, καὶ ἐν ταῖς συγγραφαῖς εἴη τριάκονθʼ ἡμερῶν αὐτὸν ἀποδοῦναι ἢ διπλάσιον ὀφείλειν, καὶ ὅτι τὸ χωρίον τὸ ἐν γειτόνων μοι τοῦτο οὐδεὶς ἐθέλοι οὔτε πρίασθαι οὔτε θέσθαι· ὁ γὰρ ἀδελφὸς ὁ Ἀρεθούσιος, οὗ τἀνδράποδʼ ἐστὶ ταῦτα ἃ νῦν ἀπογέγραπται, οὐδένα ἐῴη οὔτε ὠνεῖσθαι οὔτε τίθεσθαι, ὡς ἐνοφειλομένου αὑτῷ ἀργυρίου.
11 σὺ οὖν μοι, ἔφη, πόρισον τὸ ἐλλεῖπον τοῦ ἀργυρίου, πρὶν τὰς τριάκονθʼ ἡμέρας παρελθεῖν, ἵνα μὴ ὅ τε ἀποδέδωκα, ἔφη, τὰς χιλίας δραχμάς, ἀπόληται, καὶ αὐτὸς ἀγώγιμος γένωμαι. συλλέξας δʼ, ἔφη, τὸν ἔρανον, ἐπειδὰν τοὺς ξένους ἀπαλλάξω, σοὶ ἀποδώσω ὃ ἄν μοι χρήσῃς. οἶσθα δʼ, ἔφη, ὅτι καὶ οἱ νόμοι κελεύουσιν τοῦ λυσαμένου ἐκ τῶν πολεμίων εἶναι τὸν λυθέντα, ἐὰν μὴ ἀποδιδῷ τὰ λύτρα.
12 ἀκούων δὲ αὐτοῦ ταῦτα καὶ δοκῶν οὐ ψεύδεσθαι, ἀπεκρινάμην αὐτῷ ἅπερ ἂν νέος τε ἄνθρωπος καὶ οἰκείως χρώμενος, οὐκ ἂν νομίσας ἀδικηθῆναι, ὅτι ὦ Νικόστρατε, καὶ ἐν τῷ πρὸ τοῦ σοι χρόνῳ φίλος ἦν ἀληθινός, καὶ νῦν ἐν ταῖς συμφοραῖς σου, καθʼ ὅσον ἐγὼ ἐδυνάμην, βεβοήθηκα. ἐπειδὴ δὲ ἐν τῷ παρόντι οὐ δύνασαι πορίσαι ἅπαντα τὰ χρήματα, ἀργύριον μὲν ἐμοὶ οὐ πάρεστιν, οὐδʼ ἔχω οὐδʼ αὐτός, τῶν δὲ κτημάτων σοι τῶν ἐμῶν κίχρημι ὅ τι βούλει, θέντα τοῦ ἐπιλοίπου ἀργυρίου ὅσου ἐνδεῖ σοι, ἐνιαυτὸν ἀτόκῳ χρῆσθαι τῷ ἀργυρίῳ καὶ ἀποδοῦναι τοῖς ξένοις. συλλέξας δὲ ἔρανον, ὥσπερ αὐτὸς φής, λῦσαί μοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme