Thesauros Literature Oratory κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν

κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν

κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν Demosthenes
75 καὶ ἐπειδὴ ἐδεήθην αὐτοῦ ἀναβαλέσθαι μοι τὴν ὑπερημερίαν, ἅσμενος ἤκουσεν, ἵνα ὑπερήμερος αὐτῷ γενοίμην καὶ ἐκφορήσαιτό μου ὡς πλεῖστα. καὶ διὰ τοῦτο ἀκάκως καὶ ταχύ μοι ὡμολόγησεν, ἵνα πιθανὸς γένηται καὶ μὴ καταφανὴς ἐπιβουλεύων, ἡγούμενος οὐκ εἶναι αὑτῷ διʼ ἄλλου τρόπου τοὺς μάρτυρας ἀφεθῆναι τῶν ψευδομαρτυρίων ἢ διὰ τοῦ ἐξαπατῆσαι καὶ λαβεῖν με ὑπερήμερον καὶ ἐκφορήσασθαι ὡς πλεῖστα· οὐ γὰρ ὅσα ἔχουσί μου ᾤετο λήψεσθαι, ἀλλὰ πολλῷ πλείω.
76 καὶ τὸν μὲν ἄλλον χρόνον ἀνέμενεν ὡς οὐ διὰ ταχέων με ποριοῦντα αὐτῷ τὸ ἀργύριον, βουλόμενος ὑπʼ αὐτοὺς τοὺς ἀγῶνας τῶν ψευδομαρτυρίων τὴν ἐνεχυρασίαν μου ποιήσασθαι· ἐπειδὴ δὲ ἐπήγγειλα αὐτῷ κομίσασθαι τὴν δίκην, ἐλθών μου τά τε σκεύη καὶ τοὺς οἰκέτας καὶ τὰ πρόβατα ἔλαβεν ἀντὶ τοῦ ἀπολαβεῖν. γεωργῶ δὲ πρὸς τῷ ἱπποδρόμῳ, ὥστε οὐ πόρρω ἔδει αὐτὸν ἐλθεῖν.
77 ὅτι δʼ ἀληθῆ λέγω, μέγα τεκμήριον ὑμῖν ἔστω· τῇ ὑστεραίᾳ γὰρ ἐκομίσατο τὸ ἀργύριον τῆς δίκης ἢ τὰ ἐνέχυρα ἔλαβεν. καίτοι πῶς ἄν, εἰ μὴ πεπορισμένον ἦν, εὐθὺς ἀπέλαβε τὸ ἀργύριον χιλίας τριακοσίας δέκα τρεῖς δύʼ ὀβολώ; καὶ τὰ ἐνέχυρά μοι οὐκ ἀπεδίδου, ἀλλʼ ἔτι καὶ νῦν ἔχει ὡς ὑπερημέρου ὄντος. ὅτι δʼ οὐκ ἦν αὐτῷ ὑπερήμερος, ἀνάγνωθί μοι τὸν νόμον καὶ τὴν μαρτυρίαν, ὃς κελεύει κύρια εἶναι ὅ τι ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ, ὥστε οὐκέτι ἦν αὐτῷ δήπου ὑπερήμερος.
77 ΝΟΜΟΣ. ΜΑΡΤΥΡΙΑ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme