Thesauros Literature Oratory κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄

κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄

κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ Demosthenes
20 οὐκοῦν ἦν ἁπλοῦν, ὦ ἄνδρες δικασταί, τὸν ταῦτα μαρτυροῦντα προσμαρτυρῆσαι εἶναι δὲ τὸ γραμματεῖον, ὃ αὐτὸς παρέχει, τοῦτο, καὶ τὸ γραμματεῖον ἐμβαλεῖν. ἀλλὰ τοῦτο μὲν οἶμαι τὸ ψεῦδος ἡγεῖτʼ ὀργῆς ἄξιον, καὶ δίκην ἂν ὑμᾶς παρʼ αὑτοῦ λαβεῖν, γραμματεῖον δʼ αὑτῷ καταλειφθῆναι μαρτυρῆσαι φαῦλον καὶ οὐδέν. ἔστι δὲ τοῦτʼ αὐτὸ τὸ δηλοῦν καὶ κατηγοροῦν ὅτι πᾶν τὸ πρᾶγμα κατεσκευάκασιν.
21 εἰ μὲν γὰρ ἐπῆν ἐπὶ τῆς διαθήκης Πασίωνος καὶ Φορμίωνος, ἢ πρὸς Φορμίωνα, ἢ τοιοῦτό τι, εἰκότως ἂν αὐτὴν ἐτήρει τούτῳ· εἰ δέ, ὥσπερ μεμαρτύρηκεν, ἐπῆν διαθήκη Πασίωνος, πῶς οὐκ ἂν ἀνῃρήμην αὐτὴν ἐγώ, συνειδὼς μὲν ἐμαυτῷ μέλλοντι δικάζεσθαι, συνειδὼς δʼ ὑπεναντίαν οὖσαν, εἴπερ ἦν τοιαύτη, τοῖς ἐμαυτῷ συμφέρουσιν, κληρονόμος δʼ ὢν καὶ ταύτης, εἴπερ ἦν τοὐμοῦ πατρός, καὶ τῶν ἄλλων τῶν πατρῴων ὁμοίως;
22 οὐκοῦν τῷ παρέχεσθαι μὲν Φορμίωνι, γεγράφθαι δὲ Πασίωνος, εἰᾶσθαι δʼ ὑφʼ ἡμῶν, ἐξελέγχεται κατεσκευασμένη μὲν ἡ διαθήκη, ψευδὴς δʼ ἡ τοῦ Κηφισοφῶντος μαρτυρία. ἀλλʼ ἐῶ Κηφισοφῶντα· οὔτε γὰρ νῦν μοι πρὸς ἐκεῖνόν ἐστιν οὔτʼ ἐμαρτύρησεν ἐκεῖνος περὶ τῶν ἐν ταῖς διαθήκαις ἐνόντων οὐδέν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme