Thesauros Literature Oratory κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄

κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄

κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ Demosthenes
79 ἀλλὰ τίνʼ, ὦ Φορμίων, τῶν πολιτῶν ἑταιρεῖν, ὥσπερ σύ, μεμίσθωμαι; δεῖξον. τίνα τῆς πόλεως, ἧς αὐτὸς ἠξιώθην, καὶ τῆς ἐν αὐτῇ παρρησίας ἀπεστέρηκα, ὥσπερ σὺ τοῦτον ὃν κατῄσχυνας; τίνος γυναῖκα διέφθαρκα, ὥσπερ σὺ πρὸς πολλαῖς ἄλλαις ταύτην, ᾗ τὸ μνῆμʼ ᾠκοδόμησεν ὁ θεοῖς ἐχθρὸς οὗτος πλησίον τοῦ τῆς δεσποίνης, ἀνηλωκὼς πλέον ἢ τάλαντα δύο; καὶ οὐκ ᾐσθάνετο, ὅτι οὐχὶ τοῦ τάφου μνημεῖον ἔσται τὸ οἰκοδόμημα τοιοῦτον ὄν, ἀλλὰ τῆς ἀδικίας ἧς τὸν ἄνδρʼ ἠδίκηκεν ἐκείνη διὰ τοῦτον.
80 εἶτα τοιαῦτα ποιῶν καὶ τηλικαύτας μαρτυρίας ἐξενηνοχὼς τῆς ὕβρεως τῆς σαυτοῦ σύ, τὸν ἄλλου του βίον ἐξετάζειν τολμᾷς; μεθʼ ἡμέραν εἶ σὺ σώφρων, τὴν δὲ νύκτʼ ἐφʼ οἷς θάνατος ἡ ζημία, ταῦτα ποιεῖς. πονηρός, ὦ ἄνδρες Ἀθηναῖοι, πονηρὸς οὗτος ἄνωθεν ἐκ τοῦ Ἀνακείου καὶ ἄδικος. σημεῖον δέ· εἰ γὰρ ἦν δίκαιος, πένης ἂν ἦν τὰ τοῦ δεσπότου διοικήσας. νῦν δὲ τοσούτων χρημάτων τὸ πλῆθος κύριος καταστὰς ὥστε τοσαῦτα λαθεῖν ἀπʼ αὐτῶν κλέψας ὅσα νῦν κέκτηται, οὐκ ὀφείλειν ταῦτα, ἀλλὰ πατρῷʼ ἔχειν ἡγεῖται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme