Thesauros Literature Oratory κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄

κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄

κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ Demosthenes
28 ἠκούσατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ πλῆθος τῆς προικός, τάλαντον ἐκ Πεπαρήθου, τάλαντον αὐτόθεν, συνοικίαν ἑκατὸν μνῶν, θεραπαίνας καὶ χρυσία, καὶ τἄλλα, φησίν, ὅσʼ ἔστιν αὐτῇ δίδωμι, τούτῳ τῷ γράμματι καὶ τοῦ ζητῆσαί τι τῶν καταλειφθέντων ἀποκλείων ἡμᾶς.
29 φέρε δὴ δείξω τὴν μίσθωσιν ὑμῖν, καθʼ ἣν ἐμεμίσθωτο τὴν τράπεζαν παρὰ τοῦ πατρὸς οὗτος. καὶ γὰρ ἐκ ταύτης καίπερ ἐσκευωρημένης ὄψεσθʼ ὅτι πλάσμʼ ὅλον ἐστὶν ἡ διαθήκη. δείξω δʼ ἣν οὗτος παρέσχετο μίσθωσιν, οὐκ ἄλλην τινά, ἐν ᾗ προσγέγραπται ἕνδεκα τάλανθʼ ὁ πατὴρ ὀφείλων εἰς τὰς παρακαταθήκας τούτῳ. ἔστι δʼ οἶμαι ταῦτα τοιαῦτα.
30 τῶν μὲν οἴκοι χρημάτων ὡς ἐπὶ τῇ μητρὶ δοθέντων διὰ τῆς διαθήκης αὑτὸν ἐποίησε κύριον, ὥσπερ ἀκηκόατʼ ἄρτι, τῶν δʼ ἐπὶ τῆς τραπέζης ὄντων, ἃ πάντες ᾔδεσαν καὶ λαθεῖν οὐκ ἦν, διὰ τοῦ προσοφείλοντʼ ἀποφῆναι τὸν πατέρʼ ἡμῶν, ἵνα, ὅσʼ ἐξελέγχοιτʼ ἔχων, κεκομίσθαι φαίη. ὑμεῖς δʼ ἴσως αὐτὸν ὑπειλήφατε, ὅτι σολοικίζει τῇ φωνῇ, βάρβαρον καὶ εὐκαταφρόνητον εἶναι. ἔστι δὲ βάρβαρος οὗτος τῷ μισεῖν οὓς αὐτῷ προσῆκε τιμᾶν· τῷ δὲ κακουργῆσαι καὶ διορύξαι πράγματʼ οὐδενὸς λείπεται.
31 λαβὲ δὴ τὴν μίσθωσιν καὶ λέγε, ἣν τὸν αὐτὸν τρόπον διὰ προκλήσεως ἐνεβάλοντο.
31 ΜΙΣΘΩΣΙΣ ΤΡΑΠΕΖΗΣ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme