Thesauros Literature Oratory πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου

πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου

πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου Demosthenes
50 ποιητὸς δὲ ὁμολογῶν εἶναι, φαίνεται οὐκ εἰσποιηθεὶς ὑπὸ τοῦ τετελευτηκότος αὐτοῦ, ὥστε πῶς ἔτι σοι κύρια ταῦτʼ ἂν εἴη κατὰ τὸν θεσμόν; ὅτι νὴ Δία ἐγγέγραπται Ἀρχιάδῃ υἱός. ὑπό γε τουτωνὶ πρῴην βιασαμένων, ἤδη τῆς τοῦ κλήρου διαδικασίας ἐνεστηκυίας· οὐ δὴ δίκαιον ἐν τεκμηρίῳ ποιεῖσθαι τἀδίκημα.
51 καὶ γὰρ ἐκεῖνο πῶς οὐ δεινόν ἐστιν, ὦ ἄνδρες δικασταί, ἐπὶ μὲν τοῦ λόγου αὐτίκα μάλα φήσειν ποιητὸν εἶναι, ἐν δὲ τῇ διαμαρτυρίᾳ τοῦτο μὴ τολμῆσαι γράψαι, ἀλλὰ τὰ μὲν ἐν ταύτῃ διαμεμαρτυρημένα εἶναι ὡς ὑπὲρ υἱοῦ γόνῳ γεγονότος, τὰ δʼ αὐτίκα μάλα ῥηθησόμενα ὡς εἰσποιητοῦ; εἰ δὲ τὴν ἀπολογίαν ἐναντίαν τῇ διαμαρτυρίᾳ ποιήσονται, πῶς οὐκ ἢ τὸν λόγον ἀνάγκη ἢ τὴν διαμαρτυρίαν ψευδῆ εἶναι; εἰκότως δʼ οὐ προσέγραψαν τὴν ποίησιν τῇ διαμαρτυρίᾳ. ἔδει γὰρ ἐγγράψαι αὐτοὺς εἰσποιησαμένου τοῦ δεῖνος· ὁ δʼ οὐκ εἰσεποιήσατο, ἀλλʼ ἑαυτοὺς εἰσποιοῦντες ἀποστεροῦσιν ἡμᾶς τῆς κληρονομίας.
52 τὸ μετὰ ταῦτα τοίνυν πῶς οὐκ ἄτοπον καὶ δεινόν ἐστιν, ἅμα παρακαταβεβληκέναι τοῦ κλήρου πρὸς τῷ ἄρχοντι ὡς ὄντα αὐτὸν Ἀρχιάδου Λεώστρατον τουτονί, τὸν Ἐλευσίνιον τοῦ Ὀτρυνέως, διαμεμαρτυρηκέναι δʼ ἕτερον, ὡς αὐτοὶ ὁρᾶτε, φάσκοντα καὶ τοῦτον Ἀρχιάδου υἱὸν εἶναι; καὶ ποτέρῳ δεῖ προσέχειν ὑμῶν ὡς ἀληθῆ λέγοντι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme