Thesauros Literature Oratory πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου

πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου

πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου Demosthenes
20 περὶ μὲν οἶν τῶν τριῶν ἀδελφῶν τῶν τοῦ Βουσέλου υἱέων, καὶ τῶν ἐγγόνων τῶν τούτοις γενομένων, τί ἂν ἐγὼ ἢ ὑμῖν, ὦ ἄνδρες δικασταί, πράγματα παρέχοιμι ἢ ἐμαυτῷ, ἐξηγούμενος περὶ ἑκάστου; ὄντες γὰρ ἐν τῷ αὐτῷ γένει Θεοπόμπῳ καὶ προσήκοντες ὁμοίως τῷ Ἁγνίᾳ, οὗ ἐστιν ὁ κλῆρος, οὐδεὶς αὐτῶν οὔτε πρότερον πώποτε οὔτε νῦν ἠνώχλησεν ἡμῖν, οὐδʼ ἠμφεσβήτησεν οὔτε τοῦ κλήρου τοῦ Ἁγνίου οὔτε τῆς γυναικὸς τῆς ἐπικλήρου, ἣν ἐγὼ ἔχω ἐπιδικασάμενος, ἡγούμενοι οὐδʼ ὁτιοῦν προσήκειν ἑαυτοῖς οὐδενὸς τῶν Ἁγνίου.
21 περίεργον δή μοι δοκεῖ εἶναι λέγειν τι περὶ τούτων, πλὴν ὅσα ἐξ ἀνάγκης ἐστὶν ἐπιμνησθῆναι. περὶ δὲ Θεοπόμπου τοῦ πατρὸς τοῦ Μακαρτάτου καὶ αὐτοῦ τουτουὶ Μακαρτάτου, περὶ τούτων μοί ἐστιν ἐξ ἀνάγκης λέγειν. ἔστιν δὲ βραχὺς ὁ λόγος, ὦ ἄνδρες δικασταί. ὥσπερ γὰρ ὀλίγον τι πρότερον ἀκηκόατε ὅτι τῷ Βουσέλῳ πέντε υἱεῖς ἐγένοντο, τούτων εἷς ἦν Στρατίος ὁ τουτουὶ πρόγονος Μακαρτάτου, καὶ ἕτερος Ἁγνίας ὁ τουτουὶ πρόγονος τοῦ παιδός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme