68
οὗτοι μὲν οὖν τοιοῦτοί εἰσιν ἄνθρωποι, ὦ ἄνδρες δικασταί, καὶ μέλει αὐτοῖς οὐδὲν οὔτε τοῦ οἴκου ἐξερημουμένου τοῦ Ἁγνίου οὔτε τῶν ἄλλων ὅσα παρανομοῦσιν· οἵτινές γε, ὦ Ζεῦ καὶ θεοί, τὰ μὲν ἄλλα τί ἄν τις λέγοι περὶ τούτων; πολλὰ γὰρ ἂν εἴη λέγειν· ἓν δὲ ὃ παρανομώτατον καὶ μιαρώτατον διαπεπραγμένοι εἰσίν, καὶ μάλιστα ἐνδεικνύμενοι ὅτι οὐδὲν αὐτοῖς μέλει πλὴν τοῦ πλεονεκτεῖν·
69
οὐ γὰρ ἔφθη Θεόπομπος τὴν ἐπιδικασίαν ποιησάμενος τοῦ κλήρου τοῦ Ἁγνίου τὸν τρόπον τοῦτον ὃν ὑμεῖς ἀκηκόατε, καὶ εὐθὺς ἐνεδείξατο ὅτι τὰ οὐδὲν προσήκοντα ἑαυτῷ ἔχειν ἐνόμιζεν. ὃ γὰρ ἦν πλείστου ἄξιον ἐν τοῖς χωρίοις τοῖς Ἁγνίου καὶ ἐθαυμάζετο μάλιστα ὑπὸ τῶν προσχώρων καὶ ὑπὸ τῶν ἄλλων ἀνθρώπων, αἱ ἐλᾶαι, ταύτας ἐξώρυττον καὶ ἐξεπρέμνιζον, πλέον ἢ χίλια στελέχη, ὅθεν ἔλαιον πολὺ ἐγίγνετο. ταύτας οὗτοι ἀπέδοντο ἐκπρεμνίσαντες, καὶ ἀργύριον ὑπέρπολυ ἔλαβον. καὶ ταῦτʼ ἐποίουν οὗτοι ἐπιδίκου ὄντος τοῦ κλήρου τοῦ Ἁγνίου κατὰ τὸν νόμον, καθʼ ὅνπερ οὗτοι τὴν τουτουὶ μητέρα προσεκαλέσαντο.
70
ὅτι δὲ ταῦτʼ ἀληθῆ λέγω, καὶ ἐξεπρέμνισαν οὗτοι τὰς ἐλάας ἐκ τῶν χωρίων ὧν Ἁγνίας κατέλιπεν, μάρτυρας ὑμῖν τούτων παρεξόμεθα τούς τε προσχώρους καὶ τῶν ἄλλων οὓς παρεκαλέσαμεν, ὅτʼ ἐπεμαρτυρόμεθα περὶ τούτων. λέγε τὴν μαρτυρίαν.
70
ΜΑΡΤΥΡΙΑΙ
70
μαρτυροῦσιν ἀκολουθῆσαι Ἀραφῆνάδε παρακληθέντες ὑπὸ Σωσιθέου εἰς τοὺς Ἁγνίου ἀγρούς, ἐπειδὴ Θεόπομπος ἐπεδικάσατο τοῦ κλήρου τοῦ Ἁγνίου, καὶ ἐπιδεικνύναι αὑτοῖς Σωσίθεον τὰς ἐλάας πρεμνιζομένας ἐκ τοῦ Ἁγνίου ἀγροῦ.