Thesauros Literature Oratory πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου

πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου

πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου Demosthenes
53 οὐ τοίνυν, ὦ ἄνδρες δικασταί, ταῦτα μὲν ἔδωκεν ὁ νομοθέτης τοῖς προσήκουσιν, ἕτερα δὲ οὐ προσέταξεν πολλὰ πάνυ ἐν τῷ νόμῳ, ἃ δεῖ ποιεῖν τοὺς προσήκοντας ἐπάναγκες· ἀλλὰ πολλὰ πάνυ ἐστὶν ἃ προστάττει ποιεῖν τοῖς προσήκουσιν, καὶ πρόφασιν οὐδεμίαν δίδωσιν, ἀλλʼ ἐξ ἀνάγκης δεῖ ποιεῖν. μᾶλλον δὲ λέγε αὐτὸν τὸν νόμον τὸν πρῶτον.
53 ΝΟΜΟΣ.
54 τῶν ἐπικλήρων ὅσαι θητικὸν τελοῦσιν, ἐὰν μὴ βούληται ἔχειν ὁ ἐγγύτατα γένους, ἐκδιδότω ἐπιδοὺς ὁ μὲν πεντακοσιομέδιμνος πεντακοσίας δραχμάς, ὁ δʼ ἱππεὺς τριακοσίας, ὁ δὲ ζευγίτης ἑκατὸν πεντήκοντα, πρὸς οἷς αὐτῆς. ἐὰν δὲ πλείους ὦσιν ἐν τῷ αὐτῷ γένει, τῇ ἐπικλήρῳ πρὸς μέρος ἐπιδιδόναι ἕκαστον. ἐὰν δʼ αἱ γυναῖκες πλείους ὦσι, μὴ ἐπάναγκες εἶναι πλέον ἢ μίαν ἐκδοῦναι τῷ γʼ ἑνί, ἀλλὰ τὸν ἐγγύτατα ἀεὶ ἐκδιδόναι ἢ αὐτὸν ἔχειν. ἐὰν δὲ μὴ ἔχῃ ὁ ἐγγυτάτω γένους ἢ μὴ ἐκδῷ, ὁ ἄρχων ἐπαναγκαζέτω ἢ αὐτὸν ἔχειν ἢ ἐκδοῦναι. ἐὰν δὲ μὴ ἐπαναγκάσῃ ὁ ἄρχων, ὀφειλέτω χιλίας δραχμὰς ἱερὰς τῇ Ἥρᾳ. ἀπογραφέτω δὲ τὸν μὴ ποιοῦντα ταῦτα ὁ βουλόμενος πρὸς τὸν ἄρχοντα.
55 ἃ μὲν λέγει ὁ νόμος, ὦ ἄνδρες δικασταί, ἀκούετε. ὅτε δὲ τῆς ἐπικλήρου ἔδει ἐπιδικάζεσθαι Φυλομάχης τῆς τουτουὶ μητρὸς τοῦ παιδός, Ἁγνίου δὲ ἀνεψιοῦ παιδὸς οὔσης πρὸς πατρός, ἐγὼ μὲν ἧκον φοβούμενος τὸν νόμον καὶ ἐπεδικαζόμην γένει ὢν ἐγγυτάτω, Θεόπομπος δὲ ὁ Μακαρτάτου πατὴρ οὐδὲ προσῆλθεν τὸ παράπαν οὐδὲ ἠμφεσβήτησεν διὰ τὸ μηδʼ ὁτιοῦν αὐτῷ προσήκειν, καὶ ταῦτα ἐν τῇ ἡλικίᾳ ὢν τῇ αὐτῇ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme