31
μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ ἐπὶΝικοφήμου ἄρχοντος, ὅτε ἐνίκησε Φυλομάχη ἡ Εὐβουλίδου θυγάτηρ τοῦ κλήρου τοῦ Ἁγνίου τοὺς ἀμφισβητοῦντας αὐτῇ πάντας.
32
ὅτι μὲν ἐνίκησεν ἡ Εὐβουλίδου θυγάτηρ τοῦ κλήρου τοῦ Ἁγνίου, ἀκηκόατε, ὦ ἄνδρες δικασταί. καὶ αὕτη ἐνίκησεν οὐδεμιᾷ παρασκευῇ ἀδίκῳ οὐδὲ συνωμοσίᾳ, ἀλλʼ ὡς οἷόν τε δικαιότατα, ἐπιδειξάντων ἡμῶν ὅτι γένει ἐγγυτάτω ἦν Ἁγνίᾳ, οὗ ἐστιν ὁ κλῆρος, ἀνεψιοῦ παῖς οὖσα πρὸς πατρὸς καὶ ἐκ τοῦ οἴκου οὖσα τοῦ Ἁγνίου.
33
ἐπειδὰν οὖν λέγῃ Μακάρτατος, ὅτι ἐνίκησεν ὁ πατὴρ αὐτοῦ Θεόπομπος τοῦ κλήρου τούτου, ὑπολαμβάνετε αὐτῷ ὑμεῖς, ὦ ἄνδρες δικασταί, ὅτι καὶ ἡ γυνὴ ἐνίκησεν πρότερον ἢ Θεόπομπος ὁ τουτουὶ πατήρ, καὶ ὅτι δικαίως ἐνίκησεν ἡ γυνὴ ἐκ τοῦ οἴκου οὖσα τοῦ Ἁγνίου, Εὐβουλίδου θυγάτηρ οὖσα, τοῦ ἀνεψιοῦ τοῦ Ἁγνίου, ὁ δὲ Θεόπομπος ὅτι οὐκ ἐνίκησεν, ἀλλὰ παρεκρούσατο, οὐκ ὢν ἐκ τοῦ οἴκου τὸ παράπαν τοῦ Ἁγνίου.
34
ταῦτα αὐτῷ ὑμεῖς, ὦ ἄνδρες δικασταί, ὑπολαμβάνετε, καὶ ὅτι τὸν παῖδα τουτονὶ Εὐβουλίδην, τὸν Εὐβουλίδου υἱόν, Ἁγνίου δέ, οὗ ἐστιν ὁ κλῆρος, ἀνεψιοῦ παῖδα πρὸς πατρός, οὔτε Θεόπομπος ὁ Μακαρτάτου πατὴρ οὔτε ἄλλος οὐδεὶς πώποτε ἀνθρώπων ἐνίκησεν. νυνὶ δʼ ἐστὶν ὁ ἀγὼν καὶ ἡ διαδικασία περὶ τοῦ κλήρου τοῦ Ἁγνίου τῷ Εὐβουλίδου υἱεῖ τούτῳ καὶ Μακαρτάτῳ τουτῳὶ τῷ Θεοπόμπου υἱεῖ· καὶ ὁπότερος τούτων δικαιότερα λέγειν δόξει καὶ κατὰ τοὺς νόμους μᾶλλον, δῆλον ὅτι τούτῳ ὑμεῖς οἱ δικασταὶ προσθήσεσθε.