Thesauros Literature Oratory πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας

πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας

πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας Demosthenes
9 καὶ οὕτως οὐ πάντα γε ἦν ὑπὸ τῆς ἐπιθυμίας κεκρατημένος, ὥστε οὐδὲ τῆς μητρὸς τῆς ἐμῆς ἀποθανούσης ἠξίωσεν αὐτὴν εἰς τὴν οἰκίαν παρʼ ἑαυτὸν εἰσδέξασθαι, οὐδὲ τούτους, ὡς υἱεῖς εἰσιν αὑτοῦ, πεισθῆναι· ἀλλὰ τὸν μὲν ἄλλον χρόνον οὗτοι διῆγον οὐκ ὄντες τοῦ ἐμοῦ πατρός, ὡς καὶ ὑμῶν οἱ πολλοὶ ἴσασιν, ἐπειδὴ δὲ οὗτος αὐξηθεὶς καὶ μεθʼ αὑτοῦ παρασκευασάμενος ἐργαστήριον συκοφαντῶν, ὧν ἡγεμὼν ἦν Μνησικλῆς καὶ Μενεκλῆς ἐκεῖνος ὁ τὴν Νῖνον ἑλών, μεθʼ ὧν οὗτος ἐδικάζετό
10 μου τῷ πατρὶ φάσκων υἱὸς εἶναι ἐκείνου—συνόδων δὲ γιγνομένων πολλῶν ὑπὲρ τούτων, καὶ τοῦ πατρὸς οὐκ ἂν φάσκοντος πεισθῆναι, ὡς οὗτοι γεγόνασιν ἐξ αὑτοῦ, τελευτῶσα ἡ Πλαγγών, ὦ ἄνδρες δικασταί (πάντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς), μετὰ τοῦ Μενεκλέους ἐνεδρεύσασα τὸν πατέρα μου καὶ ἐξαπατήσασα ὅρκῳ, ὃς μέγιστος δοκεῖ καὶ δεινότατος παρὰ πᾶσιν ἀνθρώποις εἶναι, ὡμολόγησεν τριάκοντα μνᾶς λαβοῦσα τούτους μὲν τοῖς αὑτῆς ἀδελφοῖς εἰσποιήσειν υἱεῖς, αὐτὴ δέ, ἂν πρὸς τῷ διαιτητῇ προκαλῆται αὐτὴν ὁ πατήρ μου ὀμόσαι ἦ μὴν τοὺς παῖδας ἐξ αὑτοῦ γεγονέναι, οὐ δέξεσθαι τὴν πρόκλησιν· τούτων γὰρ γενομένων οὔτε τούτους ἀποστερήσεσθαι τῆς πολιτείας, τῷ τε πατρί μου οὐκέτι δυνήσεσθαι αὐτοὺς πράγματα παρέχειν, τῆς μητρὸς αὐτῶν οὐ δεξαμένης τὸν ὅρκον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme