Thesauros Literature Oratory πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας

πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας

πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας Demosthenes
5 ὥστʼ ἐμοὶ μὲν δικαίως ἂν ἀδικουμένῳ διὰ πολλὰ βοηθήσαιτε, τούτοις δὲ εἰκότως ἂν ὀργίζοισθε· οἵτινες, ὦ γῆ καὶ θεοί, ἐξὸν αὐτοῖς τὰ δίκαια ποιήσασι μὴ εἰσιέναι εἰς δικαστήριον, οὐκ αἰσχύνονται μὲν ἀναμιμνῄσκοντες ὑμᾶς εἴ τι ἢ ὁ πατὴρ ἡμῶν μὴ ὀρθῶς διεπράξατο ἢ οὗτοι εἰς ἐκεῖνον ἥμαρτον, ἀναγκάζουσι δʼ ἐμὲ δικάζεσθαι αὑτοῖς. ἵνα δὲ ἀκριβῶς εἰδῆτε, ὡς οὐκ ἐγὼ τούτου αἴτιός εἰμι ἀλλʼ οὗτοι, ἐξ ἀρχῆς ὑμῖν, ὡς ἂν ἐν βραχυτάτοις δύνωμαι, διηγήσομαι τὰ πραχθέντα.
6 ἡ γὰρ μήτηρ ἡ ἐμή, ὦ ἄνδρες δικασταί, θυγάτηρ μὲν ἦν Πολυαράτου Χολαργέως, ἀδελφὴ δὲ Μενεξένου καὶ Βαθύλλου καὶ Περιάνδρου. ἐκδόντος δὲ αὐτὴν τοῦ πατρὸς Κλεομέδοντι τῷ Κλέωνος υἱεῖ, καὶ προῖκα τάλαντον ἐπιδόντος, τὸ μὲν πρῶτον τούτῳ συνῴκει· γενομένων δʼ αὐτῇ τριῶν μὲν θυγατέρων, υἱοῦ δʼ ἑνὸς Κλέωνος, καὶ μετὰ ταῦτα τοῦ ἀνδρὸς αὐτῇ τελευτήσαντος, ἀπολιποῦσα τὸν οἶκον καὶ κομισαμένη τὴν προῖκα,
7 πάλιν ἐκδόντων αὐτὴν τῶν ἀδελφῶν Μενεξένου καὶ Βαθύλλου (ὁ γὰρ Περίανδρος ἔτι παῖς ἦν) καὶ τὸ τάλαντον ἐπιδόντων, συνῴκησε τῷ ἐμῷ πατρί. καὶ γίγνομαι αὐτοῖς ἐγώ τε καὶ ἄλλος ἀδελφὸς νεώτερος ἐμοῦ, ὃς ἔτι παῖς ὢν ἐτελεύτησεν. ὡς δʼ ἀληθῆ λέγω, περὶ τούτων ὑμῖν πρῶτον τοὺς μάρτυρας παρέξομαι.
7 ΜΑΡΤΥΡΕΣ.
8 τὴν μὲν τοίνυν μητέρα τὴν ἐμὴν οὕτως ὁ πατήρ μου γήμας εἶχε γυναῖκα ἐν τῇ οἰκίᾳ τῇ ἑαυτοῦ, ἐμέ τε ἐπαίδευεν καὶ ἠγάπα, ὥσπερ καὶ ὑμεῖς ἅπαντες τοὺς ὑμετέρους παῖδας ἀγαπᾶτε. τῇ δὲ τούτων μητρὶ Πλαγγόνι ἐπλησίασεν ὅντινα δή ποτʼ οὖν τρόπον· οὐ γὰρ ἐμὸν τοῦτο λέγειν ἐστίν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme