Thesauros Literature Oratory πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας

πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας

πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας Demosthenes
47 μηδαμῶς, ὦ ἄνδρες δικασταί, ἀλλὰ μάλιστα μὲν κωλύετε αὐτὸν ταῦτα ποιεῖν, ἂν δʼ ἄρα βιάζηται ὑμᾶς καὶ λοιδορῆται, ἐνθυμεῖσθε ὅτι αὐτὸς ἑαυτοῦ καταμαρτυρεῖ μὴ ἐξ ἐκείνου γεγενῆσθαι. οἱ μὲν γὰρ φύσει παῖδες ὄντες, κἂν πρὸς ζῶντας τοὺς πατέρας διενεχθῶσιν, ἀλλʼ οὖν τελευτήσαντας αὐτοὺς ἐπαινοῦσιν· οἱ δὲ νομιζόμενοι μὲν υἱεῖς, μὴ ὄντες δὲ γένει ἐξ ἐκείνων, ῥᾳδίως μὲν αὐτοῖς διαφέρονται ζῶσιν, οὐδὲν δὲ φροντίζουσι περὶ τεθνεώτων αὐτῶν βλασφημοῦντες.
48 χωρὶς δὲ τούτων ἐνθυμεῖσθε ὡς ἄτοπόν ἐστιν, εἰ οὗτος τὸν πατέρα ὡς ἁμαρτόντα εἰς αὑτὸν λοιδορήσει, διὰ τὰ ἐκείνου ἁμαρτήματα ὑμέτερος πολίτης γεγενημένος. κἀγὼ μὲν διὰ τὴν τούτων μητέρα τὰ δύο μέρη τῆς οὐσίας ἀφαιρεθείς, ὅμως ὑμᾶς αἰσχύνομαι λέγειν περὶ ἐκείνης τι φλαῦρον·
49 οὗτος δʼ, ὃν ἠνάγκασεν αὑτῷ πατέρα γενέσθαι, τοῦτον οὐκ αἰσχύνεται ψέγων ἐναντίον ὑμῶν, ἀλλʼ εἰς τοῦτο ἀμαθίας ἥκει, ὥστε τῶν νόμων ἀπαγορευόντων μηδὲ τοὺς τῶν ἄλλων πατέρας κακῶς λέγειν τεθνεῶτας, οὗτος, οὗ φησιν υἱὸς εἶναι, τοῦτον λοιδορήσει, ᾧ προσῆκεν καὶ εἴ τις ἄλλος ἐβλασφήμει περὶ αὐτοῦ ἀγανακτεῖν.
50 οἴομαι δʼ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπειδὰν τῶν ἄλλων ἀπορῇ, κακῶς τέ με ἐπιχειρήσειν λέγειν καὶ διαβάλλειν πειράσεσθαι, διεξιόνθʼ ὡς ἐγὼ μὲν καὶ ἐτράφην καὶ ἐπαιδεύθην καὶ ἔγημα ἐν τῇ τοῦ πατρὸς οἰκίᾳ, αὐτὸς δὲ οὐδενὸς τούτων μετέσχεν. ὑμεῖς δʼ ἐνθυμεῖσθʼ ὅτι ἐμὲ μὲν ἡ μήτηρ παῖδα καταλιποῦσα ἐτελεύτησεν, ὥστε μοι ἱκανὸν ἦν ἀπὸ τοῦ τόκου τῆς προικὸς καὶ τρέφεσθαι καὶ παιδεύεσθαι·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme