25
οὕτω τοίνυν φανερῶς παρὰ τὸν τῆς αὑτοῦ μητρὸς ὅρκον καὶ τὴν τοῦ δόντος ἐκείνῃ τὸν ὅρκον εὐήθειαν πατρὸς τετυχηκὼς καὶ ἀνθʼ Ἱπποθωντίδος ἐν Ἀκαμαντίδι φυλῇ γεγονώς, οὐκ ἀγαπᾷ Βοιωτὸς οὑτοσί, ἀλλὰ καὶ δίκας ἐμοὶ δύʼ ἢ τρεῖς εἴληχεν ἀργυρίου πρὸς αἷς καὶ πρότερόν μʼ ἐσυκοφάντει. καίτοι πάντας οἶμαι τοῦθʼ ὑμᾶς εἰδέναι, τίς ἦν χρηματιστὴς ὁ πατήρ.
26
ἐγὼ δʼ ἐάσω ταῦτα. ἀλλʼ εἰ δίκαιʼ ὀμώμοκεν ἡ μήτηρ ἡ τούτων, ἐπʼ αὐτοφώρῳ συκοφάντην ἐπιδεικνύει τοῦτον ταῖς δίκαις ταύταις. εἰ γὰρ οὕτω δαπανηρὸς ἦν, ὥστε γάμῳ γεγαμηκὼς τὴν ἐμὴν μητέρα, ἑτέραν εἶχε γυναῖκα, ἧς ὑμεῖς ἐστέ, καὶ δύʼ οἰκίας ᾤκει, πῶς ἂν ἀργύριον τοιοῦτος ὢν κατέλιπεν;
27
οὐκ ἀγνοῶ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι Βοιωτὸς οὑτοσὶ δίκαιον μὲν οὐδὲν ἕξει λέγειν, ἥξει δʼ ἐπὶ ταῦθʼ ἅπερ ἀεὶ λέγει, ὡς ἐπηρέαζεν ὁ πατὴρ αὐτῷ πειθόμενος ὑπʼ ἐμοῦ, ἀξιοῖ δʼ αὐτὸς ὡς δὴ πρεσβύτερος ὢν τοὔνομʼ ἔχειν τὸ τοῦ πρὸς πατρὸς πάππου. πρὸς δὴ ταῦτʼ ἀκοῦσαι βέλτιον ὑμᾶς βραχέα. ἐγὼ γὰρ οἶδα τοῦτον, ὅτʼ οὔπω συγγενὴς ἦν ἐμοί, ὁρῶν ὥσπερ ἂν ἄλλον τινʼ οὑτωσί, νεώτερον ὄντʼ ἐμοῦ καὶ συχνῷ, ὅσʼ ἐξ ὄψεως, οὐ μὴν ἰσχυρίζομαι τούτῳ (καὶ γὰρ εὔηθες)·
28
ἀλλʼ εἴ τις ἔροιτο Βοιωτὸν τουτονί, ὅτʼ ἐν Ἱπποθωντίδι φυλῇ ἠξίους χορεύειν, οὔπω τοῦ πατρὸς εἶναι φάσκων τοῦ ἐμοῦ υἱός, τί σαυτὸν ἔχειν δικαίως ἂν θείης ὄνομα; εἰ γὰρ Μαντίθεον, οὐκ ἂν διὰ τοῦτό γε φαίης ὅτι πρεσβύτερος εἶ ἐμοῦ. ὃς γὰρ οὐδὲ τῆς φυλῆς τότε σοι προσήκειν ἡγοῦ τῆς ἐμῆς, πῶς ἂν τοῦ γε πάππου τοῦ ἐμοῦ ἠμφεσβήτεις;