Thesauros Literature Oratory παραγραφὴ πρὸς Ναυσίμακον καὶ Ξενοπείθην

παραγραφὴ πρὸς Ναυσίμακον καὶ Ξενοπείθην

παραγραφὴ πρὸς Ναυσίμακον καὶ Ξενοπείθην Demosthenes
19 ἀκούω τοίνυν αὐτοὺς τὰ μὲν περὶ τῶν πραγμάτων αὐτῶν καὶ τῶν νόμων δίκαια φεύξεσθαι, παρεσκευάσθαι δὲ λέγειν ὡς πολλὰ χρήματʼ αὐτοῖς κατελείφθη καὶ ταῦτʼ ἀπεστερήθησαν, καὶ τεκμηρίῳ χρήσεσθαι τούτου τῷ μεγέθει τῶν δικῶν ἃς ἐξ ἀρχῆς ἔλαχον, καὶ τὴν ὀρφανίαν ὀδυρεῖσθαι, καὶ τὸν τῆς ἐπιτροπῆς λόγον διεξιέναι· καὶ ταῦτʼ εἶναι καὶ τοιαῦθʼ οἷς πεπιστεύκασι καὶ διʼ ὧν ὑμᾶς ἐξαπατήσειν οἴονται.
20 ἐγὼ δὲ τὸ μὲν τῶν δικῶν μέγεθος τῶν τότε ληχθεισῶν μεῖζον ἡγοῦμαι τεκμήριον ἡμῖν εἶναι ὡς ἐσυκοφαντεῖθʼ ὁ πατήρ, ἢ τούτοις ὡς πόλλʼ ἀπεστεροῦντο. ὀγδοήκοντα μὲν γὰρ τάλαντʼ ἔχων ἐξελέγχειν, οὐδὲ εἷς ἂν τρία λαβὼν ἀπηλλάγη· τοσούτων δὲ χρημάτων ἐπιτροπῆς φεύγων, οὐδεὶς ἔστιν ὅστις οὐκ ἂν ἔδωκεν τρία τάλαντα, τὸν κίνδυνον ὠνούμενος καὶ τὰ φύσει τότε τούτοις πλεονεκτήμαθʼ ὑπάρχοντα. καὶ γὰρ ὀρφανοὶ καὶ νέοι καὶ ὁποῖοί τινές εἰσιν ἀγνῶτες ἦσαν· ταῦτα δὲ πάντες φασὶν μεγάλων δικαίων ἰσχύειν πλέον παρʼ ὑμῖν.
21 ὅτι τοίνυν οὐδʼ ἀνάσχοισθʼ ἂν αὐτῶν εἰκότως οὐδὲν περὶ τῆς ἐπιτροπῆς, καὶ τοῦτʼ οἴομαι δείξειν. εἰ γὰρ ὡς οἷόν τε μέγιστʼ ἠδικῆσθαι δοίη τις αὐτοῖς καὶ ἐρεῖν ἅπαντʼ ἀληθῆ περὶ τούτων νυνί, ἐκεῖνό γʼ οἶμαι πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, ὅτι πολλὰ συμβέβηκεν ἠδικῆσθαί τισιν ἤδη μείζω τῶν εἰς χρήματα γιγνομένων ἀδικημάτων· καὶ γὰρ ἀκούσιοι φόνοι καὶ ὕβρεις εἰς ἃ μὴ δεῖ καὶ πολλὰ τοιαῦτʼ ἀδικήματα γίγνεται. ἀλλʼ ὅμως τούτων ἁπάντων ὅρος καὶ λύσις τοῖς παθοῦσιν τέτακται τὸ πεισθέντας ἀφεῖναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme