Thesauros Literature Oratory παραγραφὴ ὑπὲρ Φορμίωνος

παραγραφὴ ὑπὲρ Φορμίωνος

παραγραφὴ ὑπὲρ Φορμίωνος Demosthenes
4 αἱ μὲν οὖν συνθῆκαι, καθʼ ἃς ἐμίσθωσεν ὁ Πασίων τούτῳ τὴν τράπεζαν καὶ τὸ ἀσπιδοπηγεῖον ἤδη καθʼ ἑαυτὸν ὄντι, αὗταί εἰσιν, ὦ ἄνδρες Ἀθηναῖοι· δεῖ δʼ ὑμᾶς ἀκοῦσαι καὶ μαθεῖν ἐκ τίνος τρόπου προσώφειλεν τὰ ἕνδεκα τάλανθʼ ὁ Πασίων ἐπὶ τὴν τράπεζαν.
5 οὐ γὰρ διʼ ἀπορίαν ταῦτʼ ὤφειλεν, ἀλλὰ διὰ φιλεργίαν. ἡ μὲν γὰρ ἔγγειος ἦν οὐσία Πασίωνι μάλιστα ταλάντων εἴκοσιν, ἀργύριον δὲ πρὸς ταύτῃ δεδανεισμένον ἴδιον πλέον ἢ πεντήκοντα τάλαντα. ἐν οὖν τοῖς πεντήκοντα ταλάντοις τούτοις ἀπὸ τῶν παρακαταθηκῶν τῶν τῆς τραπέζης ἕνδεκα τάλαντʼ ἐνεργὰ ἦν.
6 μισθούμενος οὖν ὅδε τὴν ἐργασίαν αὐτὴν τῆς τραπέζης καὶ τὰς παρακαταθήκας λαμβάνων, ὁρῶν ὅτι, μήπω τῆς πολιτείας αὐτῷ παρʼ ὑμῖν οὔσης, οὐχ οἷός τʼ ἔσοιʼ εἰσπράττειν ὅσα Πασίων ἐπὶ γῇ καὶ συνοικίαις δεδανεικὼς ἦν, εἵλετο μᾶλλον αὐτὸν τὸν Πασίωνα χρήστην ἔχειν τούτων τῶν χρημάτων ἢ τοὺς ἄλλους χρήστας, οἷς προειμένος ἦν. καὶ οὕτω διὰ ταῦτʼ ἐγράφη εἰς τὴν μίσθωσιν προσοφείλων ὁ Πασίων ἕνδεκα τάλαντα, ὥσπερ καὶ μεμαρτύρηται ὑμῖν.
7 ὃν μὲν τοίνυν τρόπον ἡ μίσθωσις ἐγένετο, μεμαρτύρηται ὑμῖν ὑπʼ αὐτοῦ τοῦ ἐπικαθημένου· ἐπιγενομένης δʼ ἀρρωστίας τῷ Πασίωνι μετὰ ταῦτα, σκέψασθʼ ἃ διέθετο. λαβὲ τῆς διαθήκης τὸ ἀντίγραφον καὶ τὴν πρόκλησιν ταυτηνὶ καὶ τὰς μαρτυρίας ταυτασί, παρʼ οἷς αἱ διαθῆκαι κεῖνται.
7 ΔΙΑΘΗΚΗ. ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑΙ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme