Thesauros Literature Oratory παραγραφὴ ὑπὲρ Φορμίωνος

παραγραφὴ ὑπὲρ Φορμίωνος

παραγραφὴ ὑπὲρ Φορμίωνος Demosthenes
55 καὶ νὴ Δίʼ ἔγωγʼ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω πάνθʼ ὅσα τοῦ τρόπου τοῦ Φορμίωνός ἐστι σημεῖα καὶ τῆς τούτου δικαιοσύνης καὶ φιλανθρωπίας, καὶ ταῦτʼ εἰς τὸ πρᾶγμʼ εἶναι πρὸς ὑμᾶς εἰπεῖν. ὁ μὲν γὰρ περὶ πάντʼ ἄδικος τάχʼ ἄν, εἰ τύχοι, καὶ τοῦτον ἠδίκει· ὁ δὲ μηδένα μηδὲν ἠδικηκώς, πολλοὺς δʼ εὖ πεποιηκὼς ἑκών, ἐκ τίνος εἰκότως ἂν τρόπου τοῦτον μόνον ἠδίκει τῶν πάντων; τούτων τοίνυν τῶν μαρτυριῶν ἀκούσαντες γνώσεσθε τὸν ἑκατέρου τρόπον.
55 ΜΑΡΤΥΡΙΑΙ.
56 ἴθι δὴ καὶ τὰς κατʼ Ἀπολλοδώρου τῆς πονηρίας.
56 ΜΑΡΤΥΡΙΑΙ.
56 ἆρʼ οὖν ὅμοιος οὑτοσί; σκοπεῖτε. λέγε.
56 ΜΑΡΤΥΡΙΑΙ.
56 ἀνάγνωθι δὴ καὶ ὅσα δημοσίᾳ χρήσιμος τῇ πόλει γέγονεν οὑτοσί.
56 ΜΑΡΤΥΡΙΑΙ.
57 τοσαῦτα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, Φορμίων χρήσιμος γεγονὼς καὶ τῇ πόλει καὶ πολλοῖς ὑμῶν, καὶ οὐδένʼ οὔτʼ ἰδίᾳ οὔτε δημοσίᾳ κακὸν οὐδὲν εἰργασμένος, οὐδʼ ἀδικῶν Ἀπολλόδωρον τουτονί, δεῖται καὶ ἱκετεύει καὶ ἀξιοῖ σωθῆναι, καὶ ἡμεῖς συνδεόμεθʼ οἱ ἐπιτήδειοι ταῦθʼ ὑμῶν. ἐκεῖνο δʼ ὑμᾶς ἀκοῦσαι δεῖ. τοσαῦτα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, χρήμαθʼ ὑμῖν ἀνεγνώσθη προσηυπορηκώς, ὅσʼ οὔθʼ οὗτος οὔτʼ ἄλλος οὐδεὶς κέκτηται. πίστις μέντοι Φορμίωνι παρὰ τοῖς εἰδόσι καὶ τοσούτων καὶ πολλῷ πλειόνων χρημάτων, διʼ ἧς καὶ αὐτὸς αὑτῷ καὶ ὑμῖν χρήσιμός ἐστιν.
58 ἃ μὴ προῆσθε, μηδʼ ἐπιτρέψητʼ ἀνατρέψαι τῷ μιαρῷ τούτῳ ἀνθρώπῳ, μηδὲ ποιήσητʼ αἰσχρὸν παράδειγμα, ὡς τὰ τῶν ἐργαζομένων καὶ μετρίως ἐθελόντων ζῆν τοῖς βδελυροῖς καὶ συκοφάνταις ὑπάρχει παρʼ ὑμῶν λαβεῖν· πολὺ γὰρ χρησιμώτερʼ ὑμῖν παρὰ τῷδʼ ὄνθʼ ὑπάρχει. ὁρᾶτε γὰρ αὐτοὶ καὶ ἀκούετε τῶν μαρτύρων, οἷον ἑαυτὸν τοῖς δεηθεῖσι παρέχει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme