Thesauros Literature Oratory πρὸς τὴν Λάκριτον παραγραφὴν

πρὸς τὴν Λάκριτον παραγραφὴν

πρὸς τὴν Λάκριτον παραγραφὴν Demosthenes
24 αἱ μὲν πανουργίαι τοιαῦται τῶν ἀνθρώπων τούτων εἰσίν. γέγραπται δὲ μετὰ ταῦτα ἐν τῇ συγγραφῇ, ὦ ἄνδρες δικασταί, ἐπειδὰν ἀποδῶνται ἐν τῷ Πόντῳ ἃ ἦγον, πάλιν ἀνταγοράζειν χρήματα καὶ ἀντιφορτίζεσθαι καὶ ἀπάγειν Ἀθήναζε τὰ ἀντιφορτισθέντα, καὶ ἐπειδὰν ἀφίκωνται Ἀθήναζε, ἀποδοῦναι εἴκοσιν ἡμερῶν τὸ ἀργύριον ἡμῖν δόκιμον· ἕως δʼ ἂν ἀποδῶσιν, κρατεῖν τῶν χρημάτων ἡμᾶς, καὶ ἀνέπαφα ταῦτα παρέχειν τούτους, ἕως ἂν ἀπολάβωμεν.
25 γέγραπται μὲν ταῦτα οὑτωσὶ ἀκριβῶς ἐν τῇ συγγραφῇ· οὗτοι δέ, ὦ ἄνδρες δικασταί, ἐνταῦθα καὶ ἐπεδείξαντο μάλιστα τὴν ὕβριν καὶ τὴν ἀναίδειαν τὴν ἑαυτῶν, καὶ ὅτι οὐδὲ μικρὸν προσεῖχον τοῖς γράμμασι τοῖς γεγραμμένοις ἐν τῇ συγγραφῇ, ἀλλʼ ἡγοῦντο εἶναι τὴν συγγραφὴν ἄλλως ὕθλον καὶ φλυαρίαν. οὔτε γὰρ ἀντηγόρασαν οὐδὲν ἐν τῷ Πόντῳ οὔτε ἀντεφορτίσαντο ὥστε ἄγειν Ἀθήναζε· ἡμεῖς τε οἱ δανείσαντες τὰ χρήματα ἡκόντων αὐτῶν τούτων ἐκ τοῦ Πόντου οὐκ εἴχομεν ὅτου ἐπιλαβοίμεθα οὐδʼ ὅτου κρατοῖμεν, ἕως κομισαίμεθα τὰ ἡμέτερʼ αὐτῶν· οὐδʼ ὁτιοῦν γὰρ εἰσήγαγον εἰς τὸν λιμένα τὸν ὑμέτερον οὗτοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme