Thesauros Literature Oratory πρὸς τὴν Λάκριτον παραγραφὴν

πρὸς τὴν Λάκριτον παραγραφὴν

πρὸς τὴν Λάκριτον παραγραφὴν Demosthenes
55 ἐμοὶ μὲν οὖν ἐστιν, ὦ ἄνδρες δικασταί, πρὸς τούτους ὁ λόγος (τούτοις γὰρ ἔδωκα τὰ χρήματα)· τούτοις δʼ ἔσται πρὸς τὸν ναύκληρον ἐκεῖνον τὸν Φασηλίτην, τὸν πολίτην τὸν αὑτῶν, ᾧ φασὶν δανεῖσαι τὰ χρήματα ἄνευ ἡμῶν παρὰ τὴν συγγραφήν· οὐδὲ γὰρ ἡμεῖς ἴσμεν τίνα ἐστὶν τὰ πεπραγμένα τούτοις πρὸς τὸν ἑαυτῶν πολίτην, ἀλλʼ αὐτοὶ οὗτοι ἴσασιν.
56 ταῦτα ἡγούμεθα δίκαια εἶναι, καὶ ὑμῶν δεόμεθα, ὦ ἄνδρες δικασταί, βοηθεῖν ἡμῖν τοῖς ἀδικουμένοις, καὶ κολάζειν τοὺς κακοτεχνοῦντας καὶ σοφιζομένους, ὥσπερ οὗτοι σοφίζονται. καὶ ἐὰν ταῦτα ποιῆτε, ὑμῖν τε αὐτοῖς τὰ συμφέροντα ἔσεσθε ἐψηφισμένοι, καὶ περιαιρήσεσθε τῶν πονηρῶν ἀνθρώπων τὰς πανουργίας ἁπάσας, ἃς ἔνιοι πανουργοῦσι περὶ τὰ συμβόλαια τὰ ναυτικά.
← Previous 19 / 19

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme