Thesauros Literature Oratory πρὸς Φορμίωνα ὑπὲρ δανείου

πρὸς Φορμίωνα ὑπὲρ δανείου

πρὸς Φορμίωνα ὑπὲρ δανείου Demosthenes
24 δεῖ δὴ μαθεῖν ὑμᾶς ὅσα φησὶν χρήματα ἀποδεδωκέναι. τῶν μὲν γὰρ ἑκατὸν εἴκοσι στατήρων γίγνονται τρισχίλιαι τριακόσιαι ἑξήκοντα, ὁ δὲ τόκος ὁ ἔγγειος ὁ ἔφεκτος τῶν τριάκοντα μνῶν καὶ τριῶν καὶ ἑξήκοντα πεντακόσιαι δραχμαὶ καὶ ἑξήκοντα· τὸ δὲ σύμπαν κεφάλαιον γίγνεται τόσον καὶ τόσον.
25 ἔστιν οὖν, ὦ ἄνδρες δικασταί, οὗτος ὁ ἄνθρωπος ἢ γενήσεταί ποτε, ὃς ἀντὶ δισχιλίων ἑξακοσίων δραχμῶν τριάκοντα μνᾶς καὶ τριακοσίας καὶ ἑξήκοντα ἀποτίνειν προείλετʼ ἄν, καὶ τόκον πεντακοσίας δραχμὰς καὶ ἑξήκοντα δανεισάμενος, ἅς φησιν ἀποδεδωκέναι Φορμίων Λάμπιδι, τρισχιλίας ἐνακοσίας εἴκοσι; ἐξὸν δʼ αὐτῷ ἀμφοτερόπλουν Ἀθήνησιν ἀποδοῦναι τὸ ἀργύριον, ἐν Βοσπόρῳ ἀπέδωκε, τρισὶ καὶ δέκα μναῖς πλέον;
26 καὶ τοῖς μὲν τὰ ἑτερόπλοα δανείσασι μόλις τἀρχαῖον ἀποδέδωκας, οἳ συνέπλευσάν σοι καὶ προσήδρευον· τούτῳ δὲ τῷ μὴ παρόντι οὐ μόνον τἀρχαῖα καὶ τοὺς τόκους ἀπεδίδους, ἀλλὰ καὶ τὰ ἐπιτίμια τὰ ἐκ τῆς συγγραφῆς ἀπέτινες, οὐδεμιᾶς σοι ἀνάγκης οὔσης;
27 κἀκείνους μὲν οὐκ ἐδεδίεις, οἷς αἱ συγγραφαὶ ἐν Βοσπόρῳ τὴν πρᾶξιν ἐδίδοσαν τοῦ δανείου· τούτου δὲ φὴς φροντίζειν, ὃν ἐξ ἀρχῆς εὐθὺς ἠδίκεις οὐκ ἐνθέμενος τὰ χρήματα εἰς τὴν ναῦν κατὰ τὴν συγγραφὴν Ἀθήνηθεν; καὶ νῦν μὲν εἰς τὸ ἐμπόριον ἥκων, οὗ τὸ συμβόλαιον ἐγένετο, οὐκ ὀκνεῖς ἀποστερεῖν τὸν δανείσαντα· ἐν Βοσπόρῳ δὲ πλείω τῶν δικαίων φὴς ποιεῖν, οὗ δίκην οὐκ ἔμελλες δώσειν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme