Thesauros Literature Oratory πρὸς Ἀπατούριον παραγραφή

πρὸς Ἀπατούριον παραγραφή

πρὸς Ἀπατούριον παραγραφή Demosthenes
28 γενέσθω τοίνυν καὶ τοῦτο ὑμῖν τεκμήριον τοῦ ψεύδεσθαι Ἀπατούριον· εἰ γὰρ ἠγγυησάμην ἐγὼ τούτῳ τὸν Παρμένοντα, οὐκ ἔστιν ὅπως τούτῳ μὲν ὑπὲρ ἐκείνου ἀπηχθόμην, πρόνοιαν ποιούμενος ὅπως μὴ ἀπολεῖ ἃ διʼ ἐμοῦ τούτῳ συνέβαλεν, αὐτὸς δʼ ἐμαυτὸν περιεῖδον ἂν ὑπʼ ἐκείνου πρὸς τοῦτον ἐν ἐγγύῃ καταλειπόμενον. τίνα γὰρ ἐλπίδα ἔσχον τοῦτον ἀποσχήσεσθαί μου, ὃν αὐτὸς ἠναγκάκειν ἐκείνῳ τὰ δίκαια ποιῆσαι; καὶ τὴν ἐγγύην αὐτὸν εἰσπράξας τὴν πρὸς τὴν τράπεζαν πρὸς ἀπέχθειαν, τί προσεδόκων ὑπὸ τούτου αὐτὸς πείσεσθαι;
29 ἄξιον τοίνυν καὶ τοῦτʼ ἐνθυμηθῆναι, ὦ ἄνδρες δικασταί, ὅτι οὐκ ἄν ποτε ἔξαρνος ἐγενόμην, εἰ ἠγγυήμην· πολὺ γὰρ ὁ λόγος ἦν μοι ἰσχυρότερος ὁμολογοῦντι τὴν ἐγγύην ἐπὶ τὰς συνθήκας ἰέναι, καθʼ ἃς ἡ ἐπιτροπὴ ἐγένετο. ὅτι μὲν γὰρ τρισὶν ἐπετράπη διαιτηταῖς, μεμαρτύρηται ὑμῖν· ὁπότε δὲ μὴ ἔγνωσται ὑπὸ τῶν τριῶν, τί βουλόμενος ἠρνούμην ἂν τὴν ἐγγύην; μὴ γὰρ γενομένης τῆς γνώσεως κατὰ τὰς συνθήκας, οὐδʼ ἂν ἐγὼ τῆς ἐγγύης ὑπόδικος ἦν. ὥστε οὐκ ἄν ποτε, ὦ ἄνδρες δικασταί, παραλιπὼν τὴν οὖσάν μοι ἀπολογίαν, εἰ ἠγγυησάμην, ἐπὶ τὸ ἀρνεῖσθαι ἦλθον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme