8
καίτοι τό γε τίμημα τῶν χρημάτων ὧν ἀπεστερήμην, οὐκ ἐκ ταύτης συντιθεὶς ἐλογιζόμην τοσοῦτον (οὐ γὰρ ἔνεστʼ ἀργύριον), ἀλλʼ ἐξ ἐκείνων καθʼ ἕκαστα τιθείς, αἷς οὗτος οὐκ ἐπεσκήψατο. ὅθεν οἱ τότʼ ἀκούσαντες οὐ μόνον αὐτοῦ κατέγνωσαν, ἀλλὰ καὶ τῶν ἐπιγεγραμμένων ἐτίμησαν. τίνος οὖν ἕνεκʼ ἐκείνας μὲν εἴασε, τῇδε δʼ ἐπεσκήψατο; ἐγὼ καὶ τοῦτο διδάξω.
9
τῶν μαρτυριῶν ὅσαι μὲν αὐτοῦ χρήματʼ ἔχειν κατεμαρτύρουν, ᾔδει σαφῶς ὅτι τοσούτῳ μᾶλλον ἐξελεγχθήσεται ταῦτʼ ἔχων, ὅσῳ πλείων λόγος δοθήσεται καθʼ ἓν περὶ ἑκάστου. τοῦτο δʼ ἔμελλεν ἐν τῇ τῶν ψευδομαρτυρίων ἔσεσθαι κρίσει· ὃ γὰρ τότʼ ἐν μικρῷ μέρει τινὶ τοῦ παντὸς ὕδατος μετὰ τῶν ἄλλων κατηγορήσαμεν, νῦν πρὸς ἅπαν τὸ ὕδωρ αὐτὸ καθʼ αὑτὸ διδάξειν ἐμέλλομεν.
10
ἀποκρίσει δʼ ἐπισκηψάμενος ἐνόμιζεν, ὥσπερ τόθʼ ὡμολόγησεν, οὕτω πάλιν ἔξαρνος γενέσθαι ταῦτʼ ἐφʼ ἑαυτῷ γενήσεσθαι. διὰ ταῦτα τήνδε διώκει. βούλομαι δὴ ταύτην, ὡς ἔστιν ἀληθής, ἐπιδεῖξαι σαφῶς πᾶσιν ὑμῖν, οὐκ ἐξ εἰκότων οὐδὲ λόγων πρὸς τὸ παρὸν μεμηχανημένων, ἀλλʼ ἐκ τοῦ παρὰ πᾶσιν ὑμῖν δόξοντος, ὡς ἐγὼ νομίζω, δικαίου. σκοπεῖτε δʼ ἀκούσαντες.