Thesauros Literature Oratory πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄

πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄

πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ Demosthenes
3 νῦν δὲ τοὐναντίον ἐστίν· οὗτος ἐμὲ τῶν πατρῴων ἁπάντων μετὰ τῶν συνεπιτρόπων ἀπεστέρηκεν, καὶ οὐδʼ ἐν ὑμῖν φανερῶς ἐξελεγχθεὶς οἴεται δεῖν οὐδὲν τῶν μετρίων ποιεῖν, ἀλλὰ διασκευασάμενος τὴν οὐσίαν, καὶ παραδοὺς τὴν μὲν συνοικίαν Αἰσίῳ, τὸν δʼ ἀγρὸν Ὀνήτορι, πρὸς μὲν ἐκείνους δίκην καὶ πράγματʼ ἔχειν ἐμὲ πεποίηκεν, ἐκ δὲ τῆς οἰκίας αὐτὸς τὰ σκεύη λαβὼν καὶ τἀνδράποδʼ ἐξαγαγὼν καὶ τὸν λάκκον συντρίψας καὶ τὰ θυρώματʼ ἀποσπάσας καὶ μόνον οὐκ αὐτὴν τὴν οἰκίαν ἐμπρήσας Μέγαράδʼ ἐξῴκηκεν κἀκεῖ μετοίκιον τέθηκεν. ὥστε πολὺ ἂν δικαιότερον διὰ ταῦτα τὰ ἔργα τοῦτον μισήσαιτε ἢ ἐμοῦ τινʼ ἀνεπιείκειαν καταγνοίητε.
4 περὶ μὲν οὖν τῆς αἰσχροκερδίας τῆς τούτου καὶ μιαρίας ὕστερόν μοι δοκεῖ διεξελθεῖν πρὸς ὑμᾶς· καὶ νῦν δʼ ὡς ἐν κεφαλαίοις ἀκηκόατε· περὶ δὲ τῶν μεμαρτυρημένων, ὡς ἔστιν ἀληθῆ, περὶ ὧνπερ οἴσετε τὴν ψῆφον, ἤδη πειράσομαι διδάσκειν ὑμᾶς. δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες δικασταί, δικαίαν δέησιν, ἐξ ἴσου ἡμῶν ἀμφοτέρων ἀκοῦσαι. τοῦτο δʼ ἐστὶ καὶ ὑπὲρ ὑμῶν ὁμοίως· ὅσῳ γὰρ ἂν ἀκριβέστερον τὰ πεπραγμένα μάθητε, τοσούτῳ δικαιοτέραν καὶ εὐορκοτέραν θήσεσθε τὴν ψῆφον περὶ αὐτῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme