38
ἀλλὰ μὴν περί γε τοῦ ἐλέφαντος καὶ τοῦ σιδήρου, πάντας ἐγώ φημι τοὺς οἰκέτας εἰδέναι τοῦτον πωλοῦντα, καὶ παραδοῦναι καὶ τότε καὶ νῦν ἤθελον αὐτῷ τούτων ὅντινα βούλοιτο λαβὼν βασανίζειν. εἰ τοίνυν φήσει με, τὸν εἰδότʼ οὐκ ἐθέλοντα δοῦναι, τοὺς οὐκ εἰδότας ἐκδιδόναι, πολὺ δὴ μᾶλλον αὐτῷ παραλαβεῖν φανήσεται προσῆκον· εἰ γάρ, οὓς ὡς εἰδότας ἐξεδίδουν ἐγώ, μηδὲν ἔχειν ἔφασαν τούτων αὐτόν, ἀπήλλακτο δήπουθεν ἂν τῆς αἰτίας.
39
ἀλλʼ οὐχὶ τοιοῦτόν ἐστιν, ἀλλὰ σαφῶς ἂν ἐξηλέγχθη πωλῶν καὶ τὴν τιμὴν κεκομισμένος. διόπερ τοὺς ὁμολογουμένως δούλους παραβὰς τὸν ἐλεύθερον ἠξίου βασανίζειν, ὃν οὐδʼ ὅσιον παραδοῦναι, τὸ πρᾶγμʼ οὐκ ἄγειν εἰς ἔλεγχον ζητῶν, ἀλλὰ μὴ παραλαμβάνων βουλόμενός τι δοκεῖν λέγειν. περὶ τοίνυν πάντων τούτων, πρῶτον μὲν περὶ τῆς προικός, εἶθʼ ὑπὲρ ὧν καθυφεῖκεν, εἶθʼ ὑπὲρ τῶν ἄλλων, ἀναγνώσεται τούς τε νόμους καὶ τὰς μαρτυρίας, ἵνʼ εἰδῆτε.
39
ΝΟΜΟΙ. ΜΑΡΤΥΡΙΑΙ.
40
οὐ τοίνυν μόνον ἐκ τούτων ἂν γνοίητε, ὅτι δεινὸν οὐδʼ ὁτιοῦν πέπονθεν τὸν ἄνθρωπον οὐκ ἐκδόντος ἐμοῦ βασανίζειν, ἀλλὰ καὶ τὸ πρᾶγμʼ αὔτʼ εἰ σκέψαισθε. θῶμεν γὰρ δὴ τὸν Μιλύαν ἐπὶ τοῦ τροχοῦ στρεβλοῦσθαι, καὶ τί μάλιστʼ ἂν αὐτὸν εὔξαιτο λέγειν σκοπῶμεν. οὐχ ὅτι τῶν χρημάτων οὐδʼ ὁτιοῦν οἶδεν τοῦτον ἔχοντα; καὶ δὴ λέγει. διὰ τοῦτʼ ἄρʼ οὐκ ἔχει; πολλοῦ γε δεῖ· τοὺς γὰρ εἰδότας καὶ παρόντας μάρτυρας παρεσχόμην ἐγώ. τεκμήριον δὲ καὶ πίστις ἐστίν, οὐκ εἴ τίς τι μὴ οἶδε τοῦτον ἔχοντα (πολλοὶ γὰρ ἂν εἶεν), ἀλλʼ εἴ τις οἶδεν.