Thesauros Literature Oratory κατὰ Ἀφόβου β΄

κατὰ Ἀφόβου β΄

κατὰ Ἀφόβου β΄ Demosthenes
4 ἔτι δὲ καὶ αὐτὸς Ἄφοβος μετὰ τῶν συνεπιτρόπων τῇ πόλει τὸ πλῆθος τῶν καταλειφθέντων χρημάτων ἐμφανὲς ἐποίησεν, ἡγεμόνα με τῆς συμμορίας καταστήσας οὐκ ἐπὶ μικροῖς τιμήμασιν, ἀλλʼ ἐπὶ τηλικούτοις ὥστε κατὰ τὰς πέντε καὶ εἴκοσι μνᾶς πεντακοσίας εἰσφέρειν. καίτοι εἴ τι τούτων ἦν ἀληθές, οὐδὲν ἂν αὐτῶν ἐποίησεν, ἀλλὰ πάντʼ ἂν ηὐλαβήθη. νῦν δὲ καὶ Δημοχάρης καὶ ὁ πατὴρ καὶ αὐτοὶ οὗτοι φαίνονται φανερὰ ποιοῦντες, καὶ οὐδένα τοιοῦτον κίνδυνον δεδιότες.
5 πάντων δʼ ἀτοπώτατόν ἐστιν, λέγοντας ὡς ὁ πατὴρ οὐκ εἴα μισθοῦν τὸν οἶκον, τὴν μὲν διαθήκην μηδαμοῦ ταύτην ἀποφαίνειν, ἐξ ἧς ἦν εἰδέναι τἀκριβές, τηλικαύτην δʼ ἀνελόντας μαρτυρίαν οὕτως οἴεσθαι δεῖν εἰκῇ πιστεύεσθαι παρʼ ὑμῖν. ἀλλʼ ἐχρῆν, ἐπειδὴ τάχιστʼ ἐτελεύτησεν ὁ πατήρ, εἰσκαλέσαντας μάρτυρας πολλοὺς παρασημήνασθαι κελεῦσαι τὰς διαθήκας, ἵνʼ εἴ τι ἐγίγνετʼ ἀμφισβητήσιμον, ἦν εἰς τὰ γράμματα ταῦτʼ ἐπανελθεῖν καὶ τὴν ἀλήθειαν πάντων εὑρεῖν.
6 νῦν δʼ ἕτερα μὲν παρασημήνασθαι ἠξίωσαν, ἐν οἷς πολλὰ τῶν καταλειπομένων οὐκ ἐγέγραπτο, ὑπομνήματα δʼ ἦν· αὐτὴν δὲ τὴν διαθήκην, διʼ ἧς τούτων ὧν ἐσημήναντο γραμμάτων καὶ τῶν ἄλλων ἁπάντων χρημάτων ἐγίγνοντο κύριοι, καὶ τοῦ μὴ μισθοῦν τὸν οἶκον τῆς αἰτίας ἀπελέλυντο, ταύτην δʼ οὐκ ἐσημήναντο, οὐδʼ αὐτὴν ἀπέδοσαν. ἄξιόν γε πιστεύειν αὐτοῖς ὅ τι ἂν περὶ τούτων λέγωσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme