Thesauros Literature Oratory κατὰ Ἀφόβου β΄

κατὰ Ἀφόβου β΄

κατὰ Ἀφόβου β΄ Demosthenes
1 πολλὰ καὶ μεγάλʼ ἐψευσμένου πρὸς ὑμᾶς Ἀφόβου, τοῦτʼ αὐτὸν ἐλέγξαι πειράσομαι πρῶτον, ἐφʼ ᾧ μάλιστʼ ἠγανάκτησα τῶν ῥηθέντων. εἶπεν γὰρ ὡς ὁ πάππος ὤφειλε τῷ δημοσίῳ, καὶ διὰ ταῦθʼ ὁ πατὴρ οὐκ ἐβούλετο μισθωθῆναι τὸν οἶκον, ἵνα μὴ κινδυνεύσῃ. καὶ τὴν μὲν πρόφασιν ποιεῖται ταύτην, ὡς δʼ ὀφείλων ἐτελεύτησεν ἐκεῖνος, οὐδεμίαν παρέσχετο μαρτυρίαν· ἀλλʼ ὡς μὲν ὦφλεν, ἐνεβάλετο τηρήσας τὴν τελευταίαν ἡμέραν, ταύτην δʼ εἰς τὸν ὕστερον λόγον ὑπελίπετο, ὡς διαβαλεῖν τὸ πρᾶγμʼ ἐξ αὐτῆς δυνησόμενος.
2 ἐὰν οὖν ἀναγνῷ, προσέχετʼ αὐτῇ τὸν νοῦν· εὑρήσετε γὰρ οὐχ ὡς ὀφείλει μεμαρτυρημένην, ἀλλʼ ὡς ὦφλεν. τοῦτʼ οὖν ἐλέγξαι πειράσομαι πρῶτον, ἐφʼ ᾧ φρονεῖ μάλιστα· ὃ καὶ ἡμεῖς ἀμφισβητοῦμεν. εἰ μὲν οὖν τότʼ ἐξεγένετο καὶ μὴ τῷ χρόνῳ τοῦτʼ ἐνηδρεύθημεν, παρεσχόμεθʼ ἂν μάρτυρας ὡς ἐξετείσθη τὰ χρήματα καὶ πάντʼ αὐτῷ διελέλυτο τὰ πρὸς τὴν πόλιν· νῦν δὲ τεκμηρίοις μεγάλοις ἐπιδείξομεν ὡς οὔτʼ ὤφειλεν οὔτʼ ἦν κίνδυνος οὐδεὶς ἡμῖν φανερὰ κεκτημένοις τὰ ὄντα.
3 πρῶτον μὲν γὰρ Δημοχάρης, ἔχων ἀδελφὴν τῆς ἐμῆς μητρός, θυγατέρα δὲ Γύλωνος, οὐκ ἀποκέκρυπται τὴν οὐσίαν, ἀλλὰ χορηγεῖ καὶ τριηραρχεῖ καὶ τὰς ἄλλας λῃτουργίας λῃτουργεῖ καὶ οὐδὲν τῶν τοιούτων δέδοικεν. ἔπειτʼ αὐτὸς ὁ πατὴρ τήν τʼ ἄλλην οὐσίαν καὶ τέτταρα τάλαντα καὶ τρισχιλίας φανερὰς ἐποίησεν, ἃς οὗτοι γραφῆναί τʼ ἐν ταῖς διαθήκαις καὶ λαβεῖν σφᾶς αὐτοὺς κατʼ ἀλλήλων καταμαρτυροῦσιν.
1 / 8 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme