18
οὐδὲ γὰρ αὖ τοῦτʼ ἔστιν εἰπεῖν, ὡς ἄρʼ ἐκ τούτων οὐδὲν ἡ πόλις βλάπτεται. ἐγὼ γάρ, ὅτι μὲν πάντʼ ἀπόλλυται τὰ τῆς πόλεως ὀφλήματα, εἰ τὰ τούτου σοφίσματα προσδέξεσθε, καὶ ὅτι, εἰ ἄρα δεῖ τινας ἐκ τῶν ὀφειλόντων ἀφιέναι, τοὺς ἐπιεικεστάτους καὶ βελτίστους καὶ τοὺς ἐπὶ τοῖς ἥκιστα δεινοῖς ὠφληκότας, τούτους ἀφιέναι δεῖ, οὐχὶ τὸν πονηρότατον καὶ πλεῖσθʼ ἡμαρτηκότα καὶ
19
δικαιότατʼ ὠφληκότα καὶ ἐπὶ δεινοτάτοις (τί γὰρ ἂν γένοιτο συκοφαντίας καὶ παρανομίας δεινότερον, ἐφʼ οἷς ἀμφοτέροις οὗτος ὤφληκεν;) καὶ ὅτι οὐδʼ εἰ πᾶσι τοῖς ἄλλοις ἀφίετε, οὐχὶ τῷ βιαζομένῳ δήπου συγχωρῆσαι προσήκει (ὕβρις γὰρ δὴ τοῦτό γε), καὶ πάντα τὰ τοιαῦτʼ ἐάσω· ἀλλʼ ὅτι καὶ πᾶς ὁ τῆς πόλεως καὶ τῶν νόμων κόσμος, ὦ ἄνδρες Ἀθηναῖοι, συνταράττεται καὶ διαφθείρεται τὸ κατὰ τοῦτον, καὶ τοῦτʼ οἶμαι σαφῶς ὑμῖν ἐπιδείξειν.
20
λέξω δʼ οὔτε καινὸν οὔτε περιττὸν οὐδὲν οὔτʼ ἴδιον, ἀλλʼ ὃ πάντες ὑμεῖς ἴσθʼ ὁμοίως ἐμοί. εἰ γάρ τις ὑμῶν ἐξετάσαι βούλεται τί ποτʼ ἐστὶ τὸ αἴτιον καὶ τὸ ποιοῦν τὴν βουλὴν συλλέγεσθαι, τὸν δῆμον εἰς τὴν ἐκκλησίαν ἀναβαίνειν, τὰ δικαστήρια πληροῦσθαι, τὰς ἕνας ἀρχὰς ταῖς νέαις ἑκούσας ὑπεξιέναι, καὶ πάντα διʼ ὧν ἡ πόλις οἰκεῖται καὶ σῴζεται γίγνεσθαι, τοὺς νόμους εὑρήσει τούτων αἰτίους καὶ τὸ τούτοις ἅπαντας πείθεσθαι, ἐπεὶ λυθέντων γε τούτων, καὶ ἑκάστῳ δοθείσης ἐξουσίας ὅ τι βούλεται ποιεῖν, οὐ μόνον ἡ πολιτεία οἴχεται, ἀλλʼ οὐδʼ ὁ βίος ἡμῶν τοῦ τῶν θηρίων οὐδὲν ἂν διενέγκαι.