Thesauros Literature Oratory κατὰ Ἀριστογείτονος α΄

κατὰ Ἀριστογείτονος α΄

κατὰ Ἀριστογείτονος α΄ Demosthenes
80 ταῦτα λαβὼν τὰ φάρμακα καὶ τὰς ἐπῳδὰς παρὰ τῆς θεραπαίνης αὐτῆς, ἣ κατʼ ἐκείνης τότʼ ἐμήνυσεν, ἐξ ἧσπερ ὁ βάσκανος οὗτος πεπαιδοποίηται, μαγγανεύει καὶ φενακίζει καὶ τοὺς ἐπιλήπτους φησὶν ἰᾶσθαι, αὐτὸς ὢν ἐπίληπτος πάσῃ πονηρίᾳ. οὗτος οὖν αὐτὸν ἐξαιρήσεται, ὁ φαρμακός, ὁ λοιμός, ὃν οἰωνίσαιτʼ ἄν τις μᾶλλον ἰδὼν ἢ προσειπεῖν βούλοιτο, ὃς αὐτὸς αὑτῷ θανάτου τετίμηκεν ὅτε τοιαύτην δίκην ἔλαχεν.
81 τί οὖν λοιπόν, ὦ ἄνδρες Ἀθηναῖοι; ἃ κοινὰ νὴ Δία πᾶσιν ὑπάρχει τοῖς ἀγωνιζομένοις παρὰ τῆς τῶν ἄλλων ὑμῶν φύσεως, καὶ οὐδεὶς αὐτὸς ἑαυτῷ ταῦτα φέρει τῶν κρινομένων, ἀλλʼ ὑμῶν ἕκαστος ἔχων οἴκοθεν ἔρχεται, ἔλεον, συγγνώμην, φιλανθρωπίαν. ἀλλὰ τούτων γʼ οὔθʼ ὅσιον οὔτε θέμις τῷ μιαρῷ τούτῳ μεταδοῦναι. διὰ τί; ὅτι ὃν ἂν αὐτὸς ἕκαστος νόμον τῇ φύσει κατὰ πάντων ἔχῃ, τούτου τυγχάνειν παρʼ ἑκάστου δίκαιός ἐστι καὶ αὐτός.
82 τίνʼ οὖν νόμον ὑμῖν ἢ τίνα βούλησιν ἔχειν Ἀριστογείτων κατὰ πάντων δοκεῖ; πότερʼ εὐτυχοῦντας ὁρᾶν καὶ ἐν εὐδαιμονίᾳ καὶ χρηστῇ δόξῃ διάγοντας; καὶ τί ποιῶν ζήσεται; τὰ γὰρ τῶν ἄλλων κακὰ τοῦτον τρέφει. οὐκοῦν ἐν κρίσεσι καὶ ἀγῶσι καὶ πονηραῖς αἰτίαις ἅπαντας εἶναι βούλεται· ταῦτα γεωργεῖ, ταῦτʼ ἐργάζεται. ὁ δὲ ποῖός τις, ὦ ἄνδρες Ἀθηναῖοι, καλοῖτʼ ἂν δικαίως ὁ τρισκατάρατος, ὁ κοινὸς ἐχθρός, ὁ πᾶσι δυσμενής, ὅτῳ μήτε γῆ φέροι καρπὸν μήτʼ ἀποθανόντα δέξαιτο; οὐχ ὁ τοιοῦτος; ἔγωγε νομίζω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme