70
εἰσὶ τοίνυν ὧν Ἀριστογείτων ὀφείλει τῇ πόλει συνθῆκαι μὲν οἱ νόμοι, καθʼ οὓς ἐγγράφονται πάντες οἱ ὀφλισκάνοντες, ὅρος δʼ ἡ σανὶς ἡ παρὰ τῇ θεῷ κειμένη. εἰ μὲν οὖν ἀνῄρηται ταῦτα καὶ ἐξαλήλιπται τὸ ὄφλημα, ἡμεῖς ληροῦμεν, μᾶλλον δὲ ψευδόμεθα· εἰ δʼ ἔτʼ ἔστι καὶ ἔσται τέωσπερ ἂν ἐκτείσῃ κείμενα, οὗτος οὐδὲν ἀληθὲς λέγει, ἀλλʼ ἀδικεῖ καὶ δεινὰ ποιεῖ τὰ κοινὰ δίκαιʼ ἀφανίζειν ἐπιχειρῶν.
71
οὐ γάρ, εἰ μὴ πᾶν ὅσον ὦφλεν ὀφείλει, νῦν ἡ κρίσις οὐδʼ ὁ λόγος, ἀλλʼ εἰ ὀφείλει. ἢ δεινά γʼ ἂν πάθοιεν οἱ δραχμὴν ἐγγεγραμμένοι μόνην, εἰ, διότι μικρὰ καὶ οὐδὲν ἠδικήκασιν, ἰσχύσει τὸ ὀφείλειν κατʼ αὐτῶν· ἐὰν δέ τις μεγάλʼ ἠδικηκὼς ᾖ, μίαν θεὶς ἢ δύο καταβολὰς ἐπίτιμος ἔσται. ἔτι τοίνυν τρίʼ ἐστὶν τὰ ὀφλήμαθʼ ἃ ἐγγέγραπται καὶ ἐφʼ οἷς ἐνδέδεικται. τὰ μὲν δὴ δύʼ ἐν ἀπογραφῇ πεποίηται, τὸ δʼ ἓν οὐδʼ ἀπογέγραπται, ἀλλὰ βουλεύσεως τὸν Ἀλωπεκῆθεν Ἀρίστωνα διώκει.
72
ναί, φησίν· ἀδίκως γάρ μʼ ἐγγέγραφεν. δεῖ δή σε, ὡς ἔοικεν, δίκην λαβεῖν. οὐκοῦν ὑποσχεῖν πρῶτον καὶ μεῖναι ἐν οἷς πέπονθας ἀνάγκη. ἢ τίνος λήψει δίκην; εἰ γὰρ ἔξεστί σοι πάνθʼ ἅπερ τοῖς ἄλλοις, τί ἠδίκησαι;