Thesauros Literature Oratory κατὰ Ἀριστογείτονος α΄

κατὰ Ἀριστογείτονος α΄

κατὰ Ἀριστογείτονος α΄ Demosthenes
5 ὁ δὲ κρινόμενος τῶν μὲν εἰς σωτηρίαν φερόντων ἀλλʼ οὐδʼ ὁτιοῦν πάρεστιν ἔχων, οὐ τοὺς ὑπὲρ αὐτοῦ τοῦ πράγματος λόγους δικαίους, οὐ τὸν ἑαυτοῦ βίον ἀνθρώπινον, οὐκ ἄλλʼ οὐδʼ ὁτιοῦν ἀγαθόν· διʼ ἃ δʼ ἂν καὶ μηδʼ ὁτιοῦν ἀδικῶν τις ἔδεισε, διὰ ταῦθʼ οὗτος οἴεται σωθήσεσθαι· ἐν γὰρ τῇ τῆς πονηρίας ὑπερβολῇ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχει.
6 οὕτω δʼ ἐχόντων τούτων, δοκεῖ μοί τις οὐκ ἂν ἁμαρτεῖν εἰπὼν ὅτι νυνὶ κρίνεται μὲν Ἀριστογείτων, δοκιμάζεσθε δὲ καὶ κινδυνεύεθʼ ὑμεῖς περὶ δόξης. εἰ μὲν γὰρ ὀφθήσεσθʼ ἐπὶ τοῖς οὕτω φανεροῖς καὶ μεγάλοις ἀδικήμασιν ὀργιζόμενοι καὶ τιμωρούμενοι, δόξετε τοῦθʼ, ὅπερ ἐστέ, δικασταὶ καὶ φύλακες τῶν νόμων εἰσεληλυθέναι·
7 εἰ δʼ ἕτερόν τι περιέσται τούτων, ὃ μηδεὶς μὲν ἂν αὐτὸς πεποιηκέναι φήσειεν, ἐν δὲ ταῖς ψήφοις εὑρεθήσεται, δέδοικα μὴ δόξητέ τισιν τὸν ἀεὶ βουλόμενον εἶναι πονηρὸν τῶν ἐν τῇ πόλει παιδοτριβεῖν. ἀσθενὴς μὲν γάρ ἐστιν ἅπας ὁ πονηρὸς καθʼ ἑαυτόν· ᾧ δʼ ἂν ὑμεῖς πρόσθησθε, οὗτος ἰσχυρὸς γίγνεται. ἔστι δὲ τοῦτο τῷ μὲν λαβόντι παρʼ ὑμῶν ἐργασία καὶ δυναστεία, ὑμῖν δὲ τοῖς δοῦσιν ὄνειδος.
8 βουλοίμην δʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸ τοῦ περὶ τῶν ἰδίων ἐμὲ τῶν τουτουὶ λέγειν, σπουδάσαντας ὑμᾶς ἐξετάσαι διὰ βραχέων εἰς ὅσην αἰσχύνην καὶ ἀδοξίαν προῆχε τὴν πόλιν δημοσίᾳ πάντα τὰ τοιαῦτα θηρία, ὧν μέσος καὶ τελευταῖος καὶ πρῶτός ἐστιν οὗτος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme