Thesauros Literature Oratory κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους Demosthenes
170 ἀλλʼ ὅμως κἀκεῖνα καὶ τάδε φήσουσʼ ὑπὲρ ὑμῶν πράττειν. εἶτα ταῦθʼ ὑμεῖς ἀναδέξεσθʼ ὑπὲρ ὑμῶν πεπρᾶχθαι, καὶ τὰ τῆς τούτων θρασύτητος καὶ πονηρίας ἔργα πράως οἴσετε; ἀλλὰ μισεῖν ὀφείλετε τοὺς τοιούτους, ὦ ἄνδρες Ἀθηναῖοι, μᾶλλον ἢ σῴζειν. τὸν γὰρ ὑπὲρ τῆς πόλεως πράττοντά τι καὶ πράων ὑμῶν τευξόμενον τὸ τῆς πόλεως ἦθος ἔχοντα δεῖ φαίνεσθαι.
171 τοῦτο δʼ ἐστὶ τί; τοὺς ἀσθενεῖς ἐλεεῖν, τοῖς ἰσχυροῖς καὶ δυναμένοις μὴ ἐπιτρέπειν ὑβρίζειν, οὐ τοὺς μὲν πολλοὺς ὠμῶς μεταχειρίζεσθαι, κολακεύειν δὲ τὸν ἀεί τι δύνασθαι δοκοῦντα. ὃ σὺ ποιεῖς, ὦ Τιμόκρατες· διʼ ἃ πολλῷ μᾶλλον ἂν εἰκότως μὴ θελήσαντες ἀκοῦσαι σοῦ θάνατον καταψηφίσαινθʼ οὗτοι ἢ διʼ Ἀνδροτίωνʼ ἀφείησαν.
172 ὅτι τοίνυν οὐδὲ τὴν εἴσπραξιν αὐτὴν ὑπὲρ ὑμῶν πεποίηνται, καὶ τοῦτʼ αὐτίκα δὴ μάλʼ ὑμῖν δῆλον ποιήσω. εἰ γάρ τις ἔροιτʼ αὐτοὺς πότερʼ αὐτοῖς δοκοῦσʼ ἀδικεῖν μᾶλλον τὴν πόλιν οἱ γεωργοῦντες καὶ φειδόμενοι, διὰ παιδοτροφίας δὲ καὶ οἰκεῖʼ ἀναλώματα καὶ λῃτουργίας ἑτέρας ἐλλελοιπότες εἰσφοράν, ἢ οἱ τὰ τῶν ἐθελησάντων εἰσενεγκεῖν χρήματα καὶ τὰ παρὰ τῶν συμμάχων κλέπτοντες καὶ ἀπολλύντες, οὐκ ἂν εἰς τοῦτο δήπου τόλμης, καίπερ ὄντες ἀναιδεῖς, ἔλθοιεν, ὥστε φῆσαι τοὺς τὰ ἑαυτῶν μὴ εἰσφέροντας μᾶλλον ἀδικεῖν ἢ τοὺς τὰ κοίνʼ ὑφαιρουμένους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme