Thesauros Literature Oratory κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους Demosthenes
157 φέρε γὰρ πρὸς Διός, ἔστιν ὅστις ἂν ἢ πρόεδρός ποτʼ ἐπεψήφισεν ἢ πρύτανις τούτων τι τῶν ἐν τῷ νόμῳ γεγραμμένων; ἐγὼ μὲν οὐδένʼ ἂν οἶμαι. πῶς οὖν τοῦθʼ ὑπέδυ; νόμον ἔθετʼ ὄνομα τοῖς αὑτοῦ κακουργήμασιν. οὐ γὰρ ἁπλῶς, οὐδʼ ὅπως ἔτυχον, ποιοῦσι κακῶς ὑμᾶς, ἀλλʼ ἐσκεμμένως καὶ τοῦτʼ αὐτὸ πράττοντες, οὐχ οὗτοι μόνον, ἀλλὰ πολλοὶ τῶν πολιτευομένων, οἳ τούτῳ παριόντες αὐτίκα δὴ μάλα συναπολογήσονται, οὐ μὰ Δίʼ οὐ Τιμοκράτει χαρίσασθαι βουλόμενοι, πόθεν; ἀλλʼ αὑτῷ συμφέρειν ἕκαστος ἡγούμενος τὸν νόμον. ὥσπερ τοίνυν οὗτοι σφίσιν αὐτοῖς βοηθοῦσιν ἐφʼ ὑμᾶς, οὕτω δεῖ καὶ ὑμᾶς ὑμῖν αὐτοῖς βοηθεῖν.
158 καίτοι ἀνερωτῶντός τινος αὐτὸν ὅτου ἕνεκα τοιαῦτʼ ἠθέλησε γράφειν, καὶ διεξιόντος ὡς χαλεπὸν τὸν ἀγῶνʼ ὑπολαμβάνοι τόνδε, τετυφῶσθαι τὸν ταῦτα λέγοντʼ ἔφη· συμπαρέσεσθαι γὰρ Ἀνδροτίωνʼ ἑαυτῷ, καὶ τοιούτους λόγους σχολὴν ἄγοντʼ ἐσκέφθαι περὶ πάντων ὥστʼ εὖ εἰδέναι ὅτι οὐδὲν αὐτῷ γενήσοιτο φλαῦρον ἀπὸ τῆς γραφῆς τῆσδε.
159 καὶ δῆτα καὶ τεθαύμακα τὴν ἀναισχυντίαν τὴν τούτου τε κἀκείνου, τοῦ μέν, εἰ καλεῖ, τοῦ δέ, εἰ πάρεισι καὶ συναπολογήσεται. μαρτυρία γὰρ δήπου φανερὰ γενήσεται πᾶσιν ὑμῖν ὅτι τὸν νόμον τούτου ἕνεκʼ ἐτίθει, ἀλλʼ οὐκ ἐπὶ πᾶσι τὸν αὐτόν. ὅμως δὲ καὶ περὶ τῶν ἐκείνῳ πεπολιτευμένων ὑμᾶς μικρὰ βέλτιόν ἐστιν ἀκοῦσαι, καὶ τούτων ταῦθʼ ὧν κεκοινώνηκεν οὗτος, καὶ διʼ ἃ τοῦτον οὐδὲν ἧττον ἐκείνου δικαίως ἂν μισοῖτε. λέξω δʼ οὐδὲν ὧν ἀκηκόαθʼ ὑμεῖς, εἰ μή τινες ἄρʼ ἐπὶ τοῖς Εὐκτήμονι γιγνομένοις ἀγῶσι παρῆσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme