Thesauros Literature Oratory κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους Demosthenes
100 χρῆν γὰρ τοῦτό γέ σʼ, ὦ Τιμόκρατες, προσγράψαι τῷ νόμῳ, οὗπερ ἐποίεις κατὰ τῶν τελωνῶν καὶ τῶν ἐγγυητῶν τὰς πράξεις κατὰ τοὺς ὑπάρχοντας νόμους, καὶ εἰ κατά τινων ἐν ἄλλῳ τινὶ νόμῳ ἢ ψηφίσματι τὰς αὐτὰς εἴρηται πράξεις ὧν ὀφείλουσιν εἶναι ἃς περὶ τῶν τελωνῶν, καὶ κατὰ τούτων εἶναι τὰς πράξεις κατὰ τοὺς ὑπάρχοντας νόμους.
101 νῦν δὲ κύκλῳ φεύγων τοὺς νόμους τοὺς τελωνικούς, ὅτι τὸ ψήφισμα τὸ Εὐκτήμονος εἴρηκε πράττειν τοὺς ὠφληκότας κατὰ τούτους τοὺς νόμους, διὰ ταῦτʼ οὐ προσέγραψε τοῦτο. ἐκ δὲ τούτου τοῦ τρόπου τὴν μὲν ὑπάρχουσαν τιμωρίαν λύσας κατὰ τῶν τὰ τῆς πόλεως ἐχόντων, ἑτέραν δʼ οὐ γράψας πάντα τὰ πράγματʼ ἀναιρεῖ, δῆμον, ἱππέας, βουλήν, ἱερά, ὅσια· ἀνθʼ ὧν, ἄνπερ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, σωφρονῆτε, κολασθεὶς καὶ δοὺς ἀξίαν δίκην τοῖς ἄλλοις παράδειγμα γενήσεται μὴ τιθέναι τοιούτους νόμους.
102 οὐ τοίνυν μόνον τὰ δικαστήριʼ ἄκυρα ποιεῖ τῶν προστιμημάτων, τοῖς ἀδικοῦσι τὰ κοινὰ δίδωσιν ἄδειαν, τὰς ὑπὲρ τῆς πόλεως στρατείας λυμαίνεται, τὴν διοίκησιν καταλύει, ἀλλὰ καὶ τοῖς κακούργοις καὶ τοῖς πατραλοίαις καὶ τοῖς ἀστρατεύτοις βοηθοῦντα τέθηκε τὸν νόμον· τὰς γὰρ ὑπαρχούσας ἐκ τῶν νῦν κυρίων νόμων τιμωρίας καταλύει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme