Thesauros Literature Oratory κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους Demosthenes
186 τὸ τελευταῖον δὲ νυνὶ κἂν φύλακας κατέστησαν ὑμᾶς ἐκείνου διὰ τοῦ προβουλεύματος τούτου, εἰ μὴ τὴν γραφὴν ἐποιησάμεθʼ ἡμεῖς ταυτηνί, καὶ τὸ τοῦ μισθοφόρου καὶ θεραπεύοντος ἐκεῖνον ἔργον ἡ πόλις ἂν διεπράττετο, ἐφρούρει Χαρίδημον. καλόν γʼ, οὐ γάρ; ὦ Ζεῦ καὶ θεοί, ὃς αὐτός ποτε τοὺς ὑμετέρους ἐχθροὺς μισθὸν λαμβάνων ἐδορυφόρει, τοῦτον ὑφʼ ὑμετέρου ψηφίσματος φανῆναι φυλαττόμενον.
187 ἴσως τοίνυν ἐκεῖνʼ ἄν τίς μʼ ἔροιτο, τί δήποτε ταῦτʼ εἰδὼς οὕτως ἀκριβῶς ἐγὼ καὶ παρηκολουθηκὼς ἐνίοις τῶν ἀδικημάτων εἴασα, καὶ οὔθʼ ὅτʼ αὐτὸν ἐποιεῖσθε πολίτην οὐδὲν ἀντεῖπον, οὔθʼ ὅτʼ ἐπῃνεῖτε, οὔθʼ ὅλως πρότερον, πρὶν τὸ ψήφισμα τουτὶ γενέσθαι, λόγον οὐδένʼ ἐποιησάμην. ἐγὼ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς ὑμᾶς ἅπασαν ἐρῶ τὴν ἀλήθειαν. καὶ γὰρ ὡς ἀνάξιος ἦν ᾔδειν, καὶ παρῆν ὅτε τούτων ἠξιοῦτο, καὶ οὐκ ἀντεῖπον· ὁμολογῶ.
188 διὰ τί; ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, πρῶτον μὲν ἀσθενέστερον ἡγούμην ἔσεσθαι πολλῶν ψευδομένων ἑτοίμως περὶ αὐτοῦ πρὸς ὑμᾶς ἕνα τἀληθῆ λέγοντʼ ἐμαυτόν· ἔπειθʼ ὧν μὲν ἐκεῖνος εὑρίσκετʼ ἐξαπατῶν ὑμᾶς, μὰ τὸν Δία καὶ θεοὺς πάντας οὐδενὸς εἰσῄει μοι φθονεῖν, κακὸν δʼ οὐδὲν ἑώρων ὑπερφυὲς πεισομένους ὑμᾶς, εἴ τινʼ ἠδικηκότα πόλλʼ ἀφίετε καὶ προὐκαλεῖσθέ τι τοῦ λοιποῦ ποιεῖν ὑμᾶς ἀγαθόν· ἐν γὰρ τῷ πολίτην ποιεῖσθαι καὶ στεφανοῦν ταῦτʼ ἐνῆν ἀμφότερα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme