17
οὐκοῦν τῶν μὲν ἐχθρῶν ὁμοίως ἡμῖν τε κἀκείνῳ οὐδέποτʼ εἰς τοὺς ἡμετέρους ἥξει συμμάχους οὐδείς, οὔτʼ ἀποκτείνας ἐκεῖνον οὔτε μή, ὥστʼ οὐ κατὰ τούτων γέγραφεν ταύτην τὴν τιμωρίαν. τῶν δʼ ἡμετέρων μὲν φίλων, ἐκείνου δέ, ὅταν ἐγχειρῇ τι πράττειν ἐναντίον ὑμῖν, ἐχθρῶν, τούτων δή τίς ἐστιν ὁ τοῦτο τὸ ψήφισμα φοβηθεὶς ἂν καὶ φυλαξάμενος μὴ διʼ ἀνάγκην ἡμῖν εἰς ἔχθραν ἐλθεῖν. ἔστι τοίνυν οὗτος Ἀθηνόδωρος, Σίμων, Βιάνωρ, οἱ Θρᾴκης βασιλεῖς, ἄλλος ὅστις ἂν εἰς εὐεργεσίας μέρος καταθέσθαι βούλοιτο τὸ πράττειν ὑπεναντίʼ ἐκεῖνον ἐγχειροῦνθʼ ὑμῖν ἐπισχεῖν.
18
ὧν μὲν τοίνυν ἕνεκʼ ἐρρήθη τὸ προβούλευμα, ἵνα κυρώσειεν ὁ δῆμος ἐξαπατηθείς, καὶ διʼ ἃ τὴν γραφὴν ἐποιησάμεθʼ ἡμεῖς ταυτηνί, βουλόμενοι κωλῦσαι, ταῦτʼ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι. δίκαιον δʼ ἐστὶν ἴσως ἔμʼ ὑπεσχημένον τρίʼ ἐπιδείξειν, ἓν μὲν ὡς παρὰ τοὺς νόμους τὸ ψήφισμʼ εἴρηται, δεύτερον δʼ ὡς ἀσύμφορόν ἐστι τῇ πόλει, τρίτον δʼ ὡς ἀνάξιος τυχεῖν τούτων ᾧ γέγραπται, πάντων αἵρεσιν ὑμῖν δοῦναι τοῖς ἀκουσομένοις, τί πρῶτον ἢ τί δεύτερον ἢ τί τελευταῖον βουλομένοις ἀκούειν ὑμῖν ἐστιν.