Thesauros Literature Oratory κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους Demosthenes
79 τίνος οὖν ποθʼ εἵνεκα ταῦθʼ οὕτω διεσπούδασται; ἴσον ἡγεῖτʼ ἀσέβημʼ ὁ ταῦτα διαιρῶν τόν τʼ ἀδικοῦντʼ ἐᾶν καὶ τὸν ἀναίτιον ἐκδιδόναι πρὸ δίκης. καίτοι εἰ περὶ τῶν ἀνδροφόνων τῶν ἤδη κεκριμένων τοσαύτη σπουδή, ὅπως λόγου καὶ κρίσεως καὶ πάντων ὁπόσʼ ἐστὶ δίκαια τεύξονται περὶ τῶν ὕστερον αἰτιῶν, ἦ που περί γε τοῦ μήθʼ ἑαλωκότος μήτʼ ἐγνωσμένου πότερον δέδρακεν ἢ οὒ καὶ πότερʼ ἄκων ἢ ἑκών, πάνδεινον γράφειν ὡς ἐκδοτέον τοῖς ἐγκαλοῦσιν.
80 ἔτι τοίνυν ἔσθʼ ἕκτη τιμωρία πρὸς ἁπάσαις ταύταις, ἣν ὁμοίως παραβὰς γέγραφεν τὸ ψήφισμʼ οὑτοσί. εἰ πάντα ταῦτά τις ἠγνόηκεν, ἢ καὶ παρεληλύθασιν οἱ χρόνοι ἐν οἷς ἔδει τούτων ἕκαστα ποιεῖν, ἢ διʼ ἄλλο τι οὐχὶ βούλεται τούτους τοὺς τρόπους ἐπεξιέναι, τὸν ἀνδροφόνον δʼ ὁρᾷ περιιόντʼ ἐν τοῖς ἱεροῖς καὶ κατὰ τὴν ἀγοράν, ἀπάγειν ἔξεστιν εἰς τὸ δεσμωτήριον, οὐκ οἴκαδʼ οὐδʼ ὅποι βούλεται, ὥσπερ σὺ δέδωκας. κἀνταῦθʼ ἀπαχθεὶς οὐδʼ ὁτιοῦν, πρὶν ἂν κριθῇ, πείσεται, ἀλλʼ ἐὰν μὲν ἁλῷ, θανάτῳ ζημιωθήσεται, ἐὰν δὲ μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων ὁ ἀπαγαγών, χιλίας προσοφλήσει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme