Thesauros Literature Oratory κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους Demosthenes
37 ἐὰν δέ τις τὸν ἀνδροφόνον κτείνῃ ἢ αἴτιος ᾖ φόνου, ἀπεχόμενον ἀγορᾶς ἐφορίας καὶ ἄθλων καὶ ἱερῶν Ἀμφικτυονικῶν, ὥσπερ τὸν Ἀθηναῖον κτείναντα, ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι, διαγιγνώσκειν δὲ τοὺς ἐφέτας.
37 τουτονὶ δεῖ μαθεῖν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν νόμον τί ποτʼ ἐβούλεθʼ ὁ θείς· ὄψεσθε γὰρ ὡς ἅπαντʼ εὐλαβῶς διώρισε καὶ νομίμως.
38 ἐάν τις ἀποκτείνῃ τὸν ἀνδροφόνον φησὶν ἢ αἴτιος ᾖ φόνου, ἀπεχόμενον ἀγορᾶς ἐφορίας καὶ ἄθλων καὶ ἱερῶν Ἀμφικτυονικῶν, ὥσπερ τὸν Ἀθηναῖον κτείναντα, ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι, διαγιγνώσκειν δὲ τοὺς ἐφέτας. τί δὴ ταῦτʼ ἐστίν; ἐκεῖνος ᾤετο τὸν πεφευγότʼ ἐπʼ αἰτίᾳ φόνου καὶ ἑαλωκότα, ἐάνπερ ἅπαξ ἐκφύγῃ καὶ σωθῇ, εἴργειν μὲν τῆς τοῦ παθόντος πατρίδος δίκαιον εἶναι, κτείνειν δʼ οὐχ ὅσιον πανταχοῦ. τί σκοπῶν; ὅτι καὶ τοὺς δεῦρο πεφευγότας, ἂν ἡμεῖς τοὺς ἑτέρωσʼ ἀποκτιννύωμεν, ἀποκτενοῦσʼ ἕτεροι.
39 εἰ δὲ τοῦτʼ ἔσται, ἡ μόνη λοιπὴ τοῖς ἀτυχοῦσιν ἅπασι σωτηρία διαφθαρήσεται. ἔστι δʼ αὕτη τίς; ἐκ τῆς τῶν πεπονθότων μεταστάντα εἰς τὴν τῶν μηδὲν ἠδικημένων ἀδεῶς μετοικεῖν. ἵνα δὴ μὴ τοῦτʼ ᾖ μηδʼ ἀπέραντοι τῶν ἀτυχημάτων αἱ τιμωρίαι γίγνωνται, ἔγραψεν ἐάν τις τὸν ἀνδροφόνον κτείνῃ ἀπεχόμενον φησὶν ἀγορᾶς ἐφορίας. τί τοῦτο λέγων; τῶν ὁρίων τῆς χώρας· ἐνταῦθα γάρ, ὥς γʼ ἐμοὶ δοκεῖ, τἀρχαῖα συνῇσαν οἱ πρόσχωροι παρά θʼ ἡμῶν καὶ τῶν ἀστυγειτόνων, ὅθεν ὠνόμακεν ἀγορὰν ἐφορίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme