Thesauros Literature Oratory κατὰ Ἀνδροτίωνος παρανόμων

κατὰ Ἀνδροτίωνος παρανόμων

κατὰ Ἀνδροτίωνος παρανόμων Demosthenes
73 ταῦτα μὲν τοίνυν, ἃ ζῆλον πολὺν εἶχε καὶ φιλοτιμίαν ὑμῖν, ἠφάνισται καθαιρεθέντων τῶν στεφάνων· ἐπὶ ταῖς φιάλαις δʼ ἃς ἀντʼ ἐκείνων ἐποιήσαθʼ ὑμῖν ὁ πόρνος οὗτος, Ἀνδροτίωνος ἐπιμελουμένου ἐποιήθησαν ἐπιγέγραπται· καὶ οὗ τὸ σῶμʼ ἡταιρηκότος οὐκ ἐῶσιν οἱ νόμοι εἰς τὰ ἱέρʼ εἰσιέναι, τούτου τοὔνομʼ ἐν τοῖς ἱεροῖς ἐπὶ τῶν φιαλῶν γεγραμμένον ἐστίν. ὅμοιόν γε, οὐ γάρ; τοῦτο τοῖς προτέροις ἐπιγράμμασιν, ἢ φιλοτιμίαν ἴσην ἔχον ὑμῖν.
74 τρία τοίνυν ἐκ τούτου τὰ δεινότατʼ ἄν τις ἴδοι πεπραγμένʼ αὐτοῖς. τὴν μὲν γὰρ θεὸν τοὺς στεφάνους σεσυλήκασιν· τῆς πόλεως δὲ τὸν ζῆλον ἠφανίκασι τὸν ἐκ τῶν ἔργων, ὧν ὑπόμνημʼ ἦσαν ὄντες οἱ στέφανοι· τοὺς δʼ ἀναθέντας δόξαν οὐ μικρὰν ἀφῄρηνται, τὸ δοκεῖν ὧν ἂν εὖ πάθωσʼ ἐθέλειν μεμνῆσθαι. καὶ τοιαῦτα καὶ τοσαῦτα τὸ πλῆθος κάκʼ εἰργασμένοι εἰς τοῦθʼ ἅμʼ ἀναισθησίας καὶ τόλμης προεληλύθασιν, ὥστε μέμνηνται τούτων ὡς καλῶς αὐτοῖς διῳκημένων, ὥσθʼ ὁ μὲν οἴεται διʼ ἐκεῖνον ὑφʼ ὑμῶν σωθήσεσθαι, ὁ δὲ παρακάθηται καὶ οὐ καταδύεται τοῖς πεπραγμένοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme