Thesauros Literature Oratory κατὰ Ἀνδροτίωνος παρανόμων

κατὰ Ἀνδροτίωνος παρανόμων

κατὰ Ἀνδροτίωνος παρανόμων Demosthenes
26 δεῖν δʼ ᾤετο μηδένʼ ἀποστερεῖσθαι τοῦ δίκης τυχεῖν, ὡς ἕκαστος δύναται. πῶς οὖν ἔσται τοῦτο; ἐὰν πολλὰς ὁδοὺς δῷ διὰ τῶν νόμων ἐπὶ τοὺς ἠδικηκότας οἷον τῆς κλοπῆς. ἔρρωσαι καὶ σαυτῷ πιστεύεις· ἄπαγε· ἐν χιλίαις δʼ ὁ κίνδυνος. ἀσθενέστερος εἶ· τοῖς ἄρχουσιν ἐφηγοῦ· τοῦτο ποιήσουσιν ἐκεῖνοι. φοβεῖ καὶ τοῦτο· γράφου.
27 καταμέμφει σεαυτὸν καὶ πένης ὢν οὐκ ἂν ἔχοις χιλίας ἐκτεῖσαι· δικάζου κλοπῆς πρὸς διαιτητὴν καὶ οὐ κινδυνεύσεις. οὐδέτερον βούλει τούτων· γράφου. κατοκνεῖς καὶ τοῦτο· ἐφηγοῦ. τούτων οὐδέν ἐστι ταὐτό. τῆς ἀσεβείας κατὰ ταὔτʼ ἔστʼ ἀπάγειν, γράφεσθαι, δικάζεσθαι πρὸς Εὐμολπίδας, φαίνειν πρὸς τὸν βασιλέα. περὶ τῶν ἄλλων ἁπάντων τὸν αὐτὸν τρόπον σχεδόν.
28 εἰ δή τις ὡς μὲν οὐχὶ κακοῦργός ἐστι μὴ λέγοι, ἢ ὡς οὐκ ἀσεβής, ἢ ὅ τι δήποτʼ εἴη διʼ ὃ κρίνοιτο, διὰ ταῦτα δʼ ἐκφεύγειν ἀξιοίη, εἰ μὲν ἀπηγμένος εἴη, διότι πρὸς διαιτητὴν ἐξῆν αὐτῷ λαχεῖν ἢ γράφεσθαι χρῆν, εἰ δὲ πρὸς διαιτητῇ φεύγοι, ὅτι χρῆν σʼ ἀπάγειν, ἵνʼ ἐκινδύνευες περὶ χιλιῶν, γέλως ἂν εἴη δήπουθεν. οὐ γὰρ τόν γε μηδὲν πεποιηκότα δεῖ περὶ τοῦ τρόπον ὅντινα χρὴ διδόναι δίκην ἀντιλέγειν, ἀλλʼ ὡς οὐ πεποίηκʼ ἐπιδεικνύναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme