210
μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτοις τοῖς οὕτω χρησαμένοις ἂν ὑμῖν ἄλλως πως ἔχεθʼ ὑμεῖς, μηδὲ τὸν πλοῦτον μηδὲ τὴν δόξαν τὴν τούτων θαυμάζετε, ἀλλʼ ὑμᾶς αὐτούς. πολλὰ τούτοις ἀγάθʼ ἐστίν, ἃ τούτους οὐδεὶς κωλύει κεκτῆσθαι· μὴ τοίνυν μηδʼ οὗτοι τὴν ἄδειαν, ἣν ἡμῖν κοινὴν οὐσίαν οἱ νόμοι παρέχουσι, κωλυόντων κεκτῆσθαι.
211
οὐδὲν δεινὸν οὐδʼ ἐλεινὸν Μειδίας πείσεται, ἂν ἴσα κτήσηται τοῖς πολλοῖς ὑμῶν, οὓς νῦν ὑβρίζει καὶ πτωχοὺς ἀποκαλεῖ, ἃ δὲ νῦν περιόντʼ αὐτὸν ὑβρίζειν ἐπαίρει, περιαιρεθῇ. οὐδʼ οὗτοι δήπου ταῦθʼ ὑμῶν εἰσι δίκαιοι δεῖσθαι, μὴ κατὰ τοὺς νόμους δικάσητʼ, ἄνδρες δικασταί· μὴ βοηθήσητε τῷ πεπονθότι δεινά· μὴ εὐορκεῖτε· ἡμῖν δότε τὴν χάριν ταύτην. ταῦτα γάρ, ἄν τι δέωνται περὶ τούτου, δεήσονται, κἂν μὴ ταῦτα λέγωσι τὰ ῥήματα.
212
ἀλλʼ εἴπερ εἰσὶ φίλοι καὶ δεινὸν εἰ μὴ πλουτήσει Μειδίας ἡγοῦνται, εἰσὶ μὲν εἰς τὰ μάλιστʼ αὐτοὶ πλούσιοι, καὶ καλῶς ποιοῦσι, χρήματα δʼ αὐτῷ παρʼ ἑαυτῶν δόντων, ἵνʼ ὑμεῖς μὲν ἐφʼ οἷς εἰσήλθετʼ ὀμωμοκότες δικαίως ψηφίσησθε, οὗτοι δὲ παρʼ αὑτῶν τὰς χάριτας, μὴ μετὰ τῆς ὑμετέρας αἰσχύνης, ποιῶνται. εἰ δʼ οὗτοι χρήματʼ ἔχοντες μὴ πρόοιντʼ ἄν, πῶς ὑμῖν καλὸν τὸν ὅρκον προέσθαι;