Thesauros Literature Oratory περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην Demosthenes
23 εἶεν. εἰ δὲ δὴ τὰ μάλιστʼ ἐπέλειπον οἱ χορηγεῖν οἷοί τε, πρὸς Διὸς πότερον κρεῖττον ἦν εἰς συντέλειαν ἀγαγεῖν τὰς χορηγίας ὥσπερ τὰς τριηραρχίας, ἢ τοὺς εὐεργέτας ἀφελέσθαι τὰ δοθέντα; ἐγὼ μὲν ἐκεῖνʼ οἶμαι. νῦν μέν γε τὸν χρόνον, ὃν ἂν τούτων ἕκαστος λῃτουργῇ, δίδωσι τὴν ἀνάπαυσιν αὐτοῖς μόνον, μετὰ ταῦτα δʼ οὐδὲν ἔλαττον ἕκαστος αὐτῶν ἀναλώσει· τότε δʼ ἄν, μικρᾶς συντελείας ἀπὸ τῶν ὑπαρχόντων ἑκάστῳ γιγνομένης, οὐδὲν ἔπασχε δεινὸν οὐδείς, οὐδʼ εἰ πάνυ μικρὰ κεκτημένος ἦν.
24 οὕτω τοίνυν τινές, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρʼ ἔχουσʼ ἀλογίστως ὥστʼ ἐπιχειροῦσι λέγειν πρὸς μὲν ταῦτʼ οὐδέν, ἄλλα δὲ τοιαδί, ὡς ἄρα δεινόν, εἰ ἐν κοινῷ μὲν μηδʼ ὁτιοῦν ὑπάρχει τῇ πόλει, ἰδίᾳ δέ τινες πλουτήσουσʼ ἀτελείας ἐπειλημμένοι. ἔστι δὲ ταῦτʼ ἀμφότερʼ οὐχὶ δίκαιον λέγειν. εἰ μὲν γάρ τις ἔχει πολλὰ μηδὲν ὑμᾶς ἀδικῶν, οὐχὶ δεῖ δήπου τούτῳ βασκαίνειν· εἰ δʼ ὑφῃρημένον φήσουσιν ἤ τινʼ ἄλλον οὐχ ὃν προσήκει τρόπον, εἰσὶ νόμοι καθʼ οὓς προσήκει κολάζειν. ὅτε δὲ τοῦτο μὴ ποιοῦσιν, οὐδὲ τὸν λόγον αὐτοῖς τοῦτον λεκτέον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme