Thesauros Literature Oratory περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην Demosthenes
156 ἀλλʼ οὐχ οὗτος ἐχρήσατο τούτῳ τῷ μέτρῳ, ἀλλʼ ἐάν τις ἀπαιτήσῃ χάριν ὑμᾶς, ἄτιμος ἔστω φησὶ καὶ ἡ οὐσία δημοσία ἔστω. δύο τιμήματα ταῦτα. εἶναι δὲ καὶ ἐνδείξεις καὶ ἀπαγωγάς· ἐὰν δʼ ἁλῷ, ἔνοχος ἔστω τῷ νόμῳ ὃς κεῖται, ἐάν τις ὀφείλων ἄρχῃ τῷ δημοσίῳ. θάνατον λέγει· τοῦτο γάρ ἐστʼ ἐπʼ ἐκείνῳ τοὐπιτίμιον. οὐκοῦν τρία τιμήματα ταῦτα. πῶς οὖν οὐ σχέτλιον καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ χαλεπώτερον εἶναι παρʼ ὑμῖν δόξει χάριν εὖ ποιήσαντʼ ἀπαιτεῖν ἢ τὰ δεινότατʼ ἐργαζόμενον ληφθῆναι;
157 αἰσχρός, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κακῶς ἔχων ὁ νόμος, καὶ ὅμοιος φθόνῳ τινὶ καὶ φιλονικίᾳ καὶ—τὸ λοιπὸν ἐῶ· τοιούτοις δέ τισιν προσέοιχʼ ὁ γράφων χρῆσθαι. ὑμῖν δʼ οὐχὶ πρέπει τὰ τοιαῦτα μιμεῖσθαι, οὐδʼ ἀνάξια φαίνεσθαι φρονοῦντας ὑμῶν αὐτῶν. φέρε γὰρ πρὸς Διός, τί μάλιστʼ ἂν ἀπευξαίμεθα πάντες, καὶ τί μάλιστʼ ἐν ἅπασι διεσπούδασται τοῖς νόμοις; ὅπως μὴ γενήσονται οἱ περὶ ἀλλήλους φόνοι, περὶ ὧν ἐξαίρετος ἡ βουλὴ φύλαξ ἡ ἐν Ἀρείῳ πάγῳ τέτακται.
158 ἐν τοίνυν τοῖς περὶ τούτων νόμοις ὁ Δράκων φοβερὸν κατασκευάζων καὶ δεινὸν τό τινʼ αὐτόχειρʼ ἄλλον ἄλλου γίγνεσθαι, καὶ γράφων χέρνιβος εἴργεσθαι τὸν ἀνδροφόνον, σπονδῶν, κρατήρων, ἱερῶν, ἀγορᾶς, πάντα τἄλλα διελθὼν οἷς μάλιστʼ ἄν τινας ᾤετʼ ἐπισχεῖν τοῦ τοιοῦτόν τι ποιεῖν, ὅμως οὐκ ἀφείλετο τὴν τοῦ δικαίου τάξιν, ἀλλʼ ἔθηκεν ἐφʼ οἷς ἐξεῖναι ἀποκτιννύναι, κἂν οὕτω τις δράσῃ, καθαρὸν διώρισεν εἶναι. εἶτʼ ἀποκτεῖναι μὲν δικαίως ἔν γε τοῖς παρʼ ὑμῖν νόμοις ἐξέσται, χάριν δʼ ἀπαιτεῖν οὔτε δικαίως οὔθʼ ὁπωσοῦν διὰ τὸν τούτου νόμον;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme