Thesauros Literature Oratory περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην Demosthenes
122 μετρίων δὲ καὶ ὧν ἂν ἐν εἰρήνῃ τις καὶ πολιτείᾳ δύναιτʼ ἐφικέσθαι, εὐνοίας, δικαιοσύνης, ἐπιμελείας, τῶν τοιούτων, καὶ συμφέρειν ἔμοιγε δοκεῖ καὶ χρῆναι διδόναι τὰς τιμάς. δεῖ τοίνυν μεμερίσθαι καὶ τὰ τῶν δωρειῶν, ἵνʼ ἧς ἂν ἄξιος ὢν ἕκαστος φαίνηται, ταύτην παρὰ τοῦ δήμου λαμβάνῃ τὴν δωρειάν.
123 ἀλλὰ μὴν ὑπὲρ ὧν γε τοῖς εὑρημένοις τὰς τιμὰς καταλείπειν φήσει, οἱ μὲν ἁπλᾶ πάνυ καὶ δίκαιʼ ἂν εἴποιεν, πάνθʼ ὅσα τῶν αὐτῶν ἕνεκʼ αὐτοῖς ἔδοτʼ εὐεργεσιῶν ἀξιοῦντες ἔχειν, οἱ δὲ φενακίζειν τὸν ὡς καταλείπεται λέγοντά τι αὐτοῖς. ὁ γὰρ ἄξια τῆς ἀτελείας εὖ πεποιηκέναι δόξας καὶ ταύτην παρʼ ὑμῶν λαβὼν τὴν τιμὴν μόνην, ἢ ξένος ἢ καί τις πολίτης, ἐπειδὰν ἀφαιρεθῇ ταύτην, τίνʼ ἔχει λοιπὴν δωρειάν, Λεπτίνη; οὐδεμίαν δήπου. μὴ τοίνυν διὰ μὲν τοῦ τῶνδε κατηγορεῖν ὡς φαύλων ἐκείνους ἀφαιροῦ, διʼ ἃ δʼ αὖ καταλείπειν ἐκείνοις φήσεις, τούσδʼ ὃ μόνον λαβόντες ἔχουσι, τοῦτʼ ἀφέλῃ.
124 ὡς δʼ ἁπλῶς εἰπεῖν, οὐκ, εἰ τῶν πάντων ἀδικήσομέν τινʼ ἢ μείζονʼ ἢ ἐλάττονα, δεινόν ἐστιν, ἀλλʼ εἰ τὰς τιμάς, αἷς ἂν ἀντʼ εὖ ποιήσωμέν τινας, ἀπίστους καταστήσομεν· οὐδʼ ὁ πλεῖστος ἔμοιγε λόγος περὶ τῆς ἀτελείας ἐστίν, ἀλλʼ ὑπὲρ τοῦ πονηρὸν ἔθος τὸν νόμον εἰσάγειν καὶ τοιοῦτον διʼ οὗ πάντʼ ἄπισθʼ ὅσʼ ὁ δῆμος δίδωσιν ἔσται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme